De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1.1
Ταῦτά ἐστιν ὑπὲρ ὧν ἀγωνίζονται, διὰ ταῦτα μάχονται πρὸς τὴν ἀρχαίαν
20.1.2
σύνοδον, ὅτι μὴ τὰ ὅμοια αὐτῶν ἔγραψαν οἱ συνελθόντες ἐν αὐτῇ, ἀλλὰ μᾶλλον
20.1.3
ἀνεθεμάτισαν τὴν ἀρειανὴν αἵρεσιν, ἣν ἐσπούδαζον οὗτοι συστῆσαι. διὰ τοῦτο καὶ
20.1.4
Ἀστέριον τὸν θύσαντα, σοφιστὴν ὄντα, συνήγορον τῆς ἀσεβείας ἑαυτῶν
20.1.5
προὐβάλλοντο, ἵνα μὴ φείδηται μήτε κατὰ 20. 2 τοῦ κυρίου φθέγγεσθαι μήτε τοὺς
20.1.6
ἀκεραίους τῇ πιθανολογίᾳ πλανᾶν. καὶ ἠγνόησάν γε οἱ ἀμαθεῖς ὅτι καθ' ἑαυτῶν
20.1.7
εἰργάζοντο τοῦτο. ἡ γὰρ δυσωδία τῆς εἰς τὰ εἴδωλα θυσίας τοῦ συνηγόρου ἔτι πλέον
20.1.8
τὴν αἵρεσιν Χριστομάχον ἐδείκνυε. διὰ τοῦτο καὶ νῦν πάντα κινοῦσι καὶ θορυβοῦσι
20.1.9
νομίζοντες ὅτι, κἂν πλείονας ἀποκτείνωσι καὶ συνόδους κατὰ μῆνα συγ 20. 3
20.1.10
κροτήσωσι, παύσεταί ποτε ἡ κατὰ τῆς ἀρειανῆς αἱρέσεως ἀπόφασις. ἐοίκασι δὲ πάλιν
20.1.11
ἀγνοεῖν ἢ εἰδέναι μέν, ἀποπροσποιεῖσθαι δέ, ὅτι καὶ πρὸ τῆς Νικαίας ἡ αἵρεσις ἦν
20.1.12
βδελυκτή, ὅτε ταύτην Ἀρτεμᾶς κατεβάλλετο καὶ πρὸ αὐτοῦ τὸ τοῦ Καιάφα καὶ τὸ
20.1.13
τῶν τότε Φαρι 20. 4 σαίων συνέδριον. καὶ ἀεὶ δὲ τὸ χριστομάχον ἐργαστήριον
20.1.14
βδελυκτόν ἐστι, καὶ οὐ παύ σεται τοῦ εἶναι μισητὸν ἐρασμίου ὄντος τοῦ κυριακοῦ
20.1.15
ὀνόματος καὶ καμπτούσης πάσης τῆς κτίσεως τὰ γόνατα καὶ ἐξομολογουμένης «ὅτι
20.1.16
κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.