Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1.1
Πλὴν ὅτι συνόδους συνεχεῖς κατὰ τῆς οἰκουμενικῆς ποιοῦντες οὐδέπω
21.1.2
κεκμήκασι. μετὰ γὰρ τὴν ἐν Νικαίᾳ σύνοδον οἱ περὶ Εὐσέβιον καθῃρέθησαν. ἀλλὰ
21.1.3
μετὰ χρόνον ἐπι βάντες ἀναισχύντως ταῖς ἐκκλησίαις ἤρξαντο τοῖς μὲν
21.1.4
ἀντιλέγουσιν αὐτοῖς ἐπισκόποις ἐπιβουλεύειν, ἀντὶ δὲ τούτων τοὺς τῆς αἱρέσεως
21.1.5
ἑαυτῶν καθιστάνειν εἰς τὰς ἐκκλησίας, ἵν' ὅτε βούλονται ποιήσωσι τὰς συνόδους
21.1.6
ἔχοντες τοὺς συντρέχοντας αὐτοῖς, οὓς ἐπίτηδες εἰς αὐτὸ τοῦτο προεχειρίσαντο.
21.1.7
συνέρχονται τοίνυν ἐν Ἱερουσαλὴμ καὶ γράφουσι ταῦτα· 21. 2 Ἡ ἁγία σύνοδος ἡ ἐν
21.1.8
Ἱεροσολύμοις θεοῦ χάριτι συναχθεῖσα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ ἐν Ἀλεξανδρείᾳ καὶ
21.1.9
τοῖς κατὰ πᾶσαν τὴν Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην καὶ Πεντάπολιν καὶ τοῖς κατὰ
21.1.10
τὴν οἰκουμένην ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις ἐν κυρίῳ χαίρειν. 21. 3
21.1.11
Πᾶσι μὲν ἡμῖν τοῖς ἐπὶ τὸ αὐτὸ συνελθοῦσιν ἐξ ἐπαρχιῶν διαφόρων πρὸς τῇ μεγάλῃ
21.1.12
πανηγύρει, ἣν ἐπὶ τῇ ἀφιερώσει τοῦ σωτηρίου μαρτυρίου σπουδῇ τοῦ θεοφιλεστάτου
21.1.13
βασι λέως Κωνσταντίνου τῷ πάντων βασιλεῖ θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ
21.1.14
κατασκευασθέντος ἐπετελέσαμεν, πλείονα θυμηδίαν ἡ τοῦ Χριστοῦ χάρις παρέσχεν,
21.1.15
ἣν ἐποίησεν αὐτός τε ὁ θεοφιλέστατος βασιλεὺς διὰ γραμμάτων οἰκείων τοῦθ', ὅπερ
21.1.16
ἐχρῆν, παρορμήσας πάντα μὲν ἐξορίσαι τῆς ἐκκλησίας τοῦ θεοῦ φθόνον καὶ πᾶσαν
21.1.17
μακρὰν ἀπελάσαι βασκανίαν, δι' ἧς τὰ τοῦ Χριστοῦ μέλη πάλαι πρότερον διειστήκει,
21.1.18
ἡπλωμένῃ δὲ καὶ εἰρηναίᾳ ψυχῇ δέξασθαι τοὺς περὶ Ἄρειον, οὓς πρός τινα καιρὸν ὁ
21.1.19
μισόκαλος φθόνος ἔξω γενέσθαι τῆς ἐκκλησίας 21. 4 εἰργάσατο. ἐμαρτύρει δὲ τοῖς
21.1.20
ἀνδράσιν ὁ θεοφιλέστατος βασιλεὺς διὰ τῆς ἐπιστολῆς πί στεως ὀρθοτομίαν, ἣν παρ'
21.1.21
αὐτῶν πυθόμενος αὐτός τε δι' ἑαυτοῦ παρὰ ζώσης φωνῆς αὐτῶν ἀκούσας ἀπεδέξατο
21.1.22
ἡμῖν τε φανερὰν κατεστήσατο, ὑποτάξας τοῖς ἑαυτοῦ γράμμασιν ἔγγραφον τὴν τῶν
21.1.23
ἀνδρῶν ὀρθοδοξίαν, ἣν ἐπέγνωμεν οἱ πάντες ὑγιῆ τε οὖσαν καὶ ἐκκλη 21. 5
21.1.24
σιαστικήν. καὶ εἰκότως παρεκάλει τοὺς ἄνδρας ὑποδεχθῆναι καὶ ἑνωθῆναι τῇ
21.1.25
ἐκκλησίᾳ τοῦ θεοῦ, ὥσπερ οὖν καὶ αὐτοὶ ἐκ τῶν ἰσοτύπων εἴσεσθε τῆς αὐτῆς
21.1.26
ἐπιστολῆς, ἧς πρὸς 21. 6 τὴν ὑμετέραν εὐλάβειαν διεπεμψάμεθα. πιστεύομεν ὅτι καὶ
21.1.27
ὑμῖν αὐτοῖς, ὡς ἂν τὰ οἰκεῖα μέλη τοῦ ὑμετέρου σώματος ἀπολαμβάνουσι, μεγάλη
21.1.28
χαρὰ καὶ εὐφροσύνη γενήσεται τὰ ἑαυτῶν σπλάγχνα καὶ τοὺς ἑαυτῶν ἀδελφούς τε
21.1.29
καὶ πατέρας γνωρίζουσί τε καὶ ἀπολαμβάνουσιν, οὐ μόνον τῶν πρεσβυτέρων τῶν
21.1.30
περὶ Ἄρειον ἀποδοθέντων ὑμῖν, ἀλλὰ καὶ παντὸς τοῦ λαοῦ καὶ τῆς πληθύος ἁπάσης,
21.1.31
ἣ προφάσει τῶν εἰρημένων ἀνδρῶν μακρῷ χρόνῳ 21. 7 παρ' ὑμῖν διειστήκει. καὶ
21.1.32
πρέπει γε ἀληθῶς γνόντας ὑμᾶς τὰ πεπραγμένα, καὶ ὡς ἐκοινώνησαν οἱ ἄνδρες
21.1.33
παρεδέχθησάν τε ὑπὸ τῆς τοσαύτης ἁγίας συνόδου, προθυμότατα καὶ αὐτοὺς
21.1.34
ἀσπάσασθαι τὴν πρὸς τὰ οἰκεῖα μέλη συνάφειάν τε καὶ εἰρήνην, ὅτι μάλιστα τὰ τῆς
21.1.35
ἐκτεθείσης ὑπ' αὐτῶν πίστεως ἀναμφήριστον σώζει τὴν παρὰ τοῖς πᾶσιν
21.1.36
ὁμολογουμένην ἀποστολικὴν παράδοσίν τε καὶ διδασκαλίαν.

Intertext edge

Open linked passage

Note