De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.1
Αὕτη τῶν συνόδων αὐτῶν ἡ ἀρχὴ γέγονεν, ἐν ᾗ καὶ τὴν προαίρεσιν
22.1.2
ἑαυτῶν ταχέως ἐξήγγειλαν καὶ οὐκ ἠδυνήθησαν κρύψαι. εἰρηκότες γὰρ ἐξηλᾶσθαι
22.1.3
πάντα φθόνον καὶ μετὰ τὸ ἐξορισθῆναι τὸν ἐπίσκοπον τῆς Ἀλεξανδρείας Ἀθανάσιον
22.1.4
γράφοντες δεῖν δεχθῆναι Ἄρειον καὶ τοὺς σὺν αὐτῷ ἔδειξαν ὅτι διὰ τοῦτο αὐτῷ τε
22.1.5
τῷ Ἀθανασίῳ ἐπεβούλευον καὶ τοῖς ἄλλοις πᾶσιν ἐπισκόποις τοῖς ἀντιλέγουσιν
22.1.6
αὐτοῖς ἐπεβούλευσαν ὑπὲρ τοῦ τοὺς περὶ 22. 2 Ἄρειον δέξασθαι καὶ τὴν αἵρεσιν εἰς
22.1.7
τὴν ἐκκλησίαν εἰσαγαγεῖν. καὶ εἰ καὶ πᾶσαν τὴν 22. 2 Ἀρείου κακοφροσύνην
22.1.8
ἐπῄνεσαν ἐν ταύτῃ καὶ εἰς κοινωνίαν προσέταξαν αὐτοὺς δεχθῆναι, αὐτοὶ πρότερον
22.1.9
τοῦτο ποιήσαντες, ὅμως ἡγούμενοι λείπειν αὐτοῖς ἔτι πρὸς ὃ βούλονται
22.1.10
συγκροτοῦσιν ἐν Ἀντιοχείᾳ σύνοδον προφάσει τῶν λεγομένων Ἐγκαινίων. καὶ
22.1.11
ἐπειδὴ ἀεὶ ὑπὸ πάντων κατηγοροῦντο περὶ τῆς αἱρέσεως γράφουσι διαφόρως τὰ μὲν
22.1.12
οὕτως, τὰ δὲ ἐκείνως. καὶ τὰ μὲν ἐν μιᾷ ἐπιστολῇ γραφέντα παρ' αὐτῶν ἐστι ταῦτα·
22.3.1
Ἡμεῖς οὔτε ἀκόλουθοι Ἀρείου γεγόναμεν· πῶς γὰρ ἐπίσκοποι ὄντες
22.3.2
ἀκολουθοῦμεν πρεσβυτέρῳ; οὔτε ἄλλην τινὰ πίστιν παρὰ τὴν ἐξ ἀρχῆς
22.3.3
παραδοθεῖσαν ἐδεξάμεθα. 22. 4 ἀλλὰ καὶ αὐτοὶ ἐξετασταὶ καὶ δοκιμασταὶ τῆς πίστεως
22.3.4
αὐτοῦ γενόμενοι μᾶλλον αὐτὸν 22. 5 προσηκάμεθα ἤπερ ἠκολουθήσαμεν· γνώσεσθε
22.3.5
δὲ ἀπὸ τῶν λεγομένων. μεμαθήκαμεν γὰρ ἐξ ἀρχῆς εἰς ἕνα θεὸν τὸν τῶν ὅλων θεὸν
22.3.6
πιστεύειν, τὸν πάντων νοητῶν τε καὶ αἰσθη 22. 6 τῶν δημιουργόν τε καὶ προνοητήν,
22.3.7
καὶ εἰς ἕνα υἱὸν τοῦ θεοῦ μονογενῆ, πρὸ πάντων αἰώνων ὑπάρχοντα καὶ συνόντα τῷ
22.3.8
γεγεννηκότι αὐτὸν πατρί, δι' οὗ καὶ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα,
22.3.9
τὸν καὶ ἐπ' ἐσχάτων ἡμερῶν κατ' εὐδοκίαν τοῦ πατρὸς κατελ θόντα καὶ σάρκα ἐκ τῆς
22.3.10
παρθένου ἀνειληφότα καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βούλησιν συνεκπεπληρωκότα,
22.3.11
πεπονθέναι καὶ ἐγηγέρθαι καὶ εἰς οὐρανοὺς ἀνεληλυθέναι καὶ ἐν δεξιᾷ τοῦ πατρὸς
22.3.12
καθέζεσθαι καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ διαμένοντα 22. 7
22.3.13
βασιλέα καὶ θεὸν εἰς τοὺς αἰῶνας. πιστεύομεν δὲ καὶ εἰς τὸ ἅγιον πνεῦμα· εἰ δὲ δεῖ
22.3.14
προσθεῖναι πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως καὶ ζωῆς αἰωνίου.