Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1.1
Ἃ δὲ καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ δεύτερον ἐν τοῖς αὐτοῖς Ἐγκαινίοις
23.1.2
ἐκτίθενται μεταγνόντες μὲν ἐπὶ τοῖς προτέροις, ἐπινοήσαντες δὲ καινότερά τινα καὶ
23.1.3
πλείονα ἔστι ταῦτα· 23. 2 Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ
23.1.4
παραδόσει εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, τὸν τῶν ὅλων δημιουργόν τε καὶ
23.1.5
ποιητὴν καὶ προνοητήν, ἐξ οὗ τὰ 23. 3 πάντα· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν
23.1.6
υἱὸν αὐτοῦ, τὸν μονογενῆ θεόν, δι' οὗ τὰ πάντα, τὸν γεννηθέντα πρὸ τῶν αἰώνων ἐκ
23.1.7
τοῦ πατρός, θεὸν ἐκ θεοῦ, ὅλον ἐξ ὅλου, μόνον ἐκ μόνου, τέλειον ἐκ τελείου,
23.1.8
βασιλέα ἐκ βασιλέως, κύριον ἀπὸ κυρίου, λόγον ζῶντα, σοφίαν ζῶσαν, φῶς
23.1.9
ἀληθινόν, ὁδόν, ἀλήθειαν, ἀνάστασιν, ποιμένα, θύραν, ἄτρεπτόν τε καὶ
23.1.10
ἀναλλοίωτον, τῆς θεότητος οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης τοῦ
23.1.11
πατρὸς ἀπαράλλακτον εἰκόνα, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν ὄντα ἐν ἀρχῇ
23.1.12
πρὸς τὸν θεόν, 23. 4 λόγον θεὸν κατὰ τὸ εἰρημένον ἐν τῷ εὐαγγελίῳ· «καὶ θεὸς ἦν ὁ
23.1.13
λόγος», δι' οὗ τὰ πάντα ἐγένετο, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκε, τὸν ἐπ' ἐσχάτων τῶν
23.1.14
ἡμερῶν κατελθόντα ἄνωθεν καὶ γεννηθέντα ἐκ παρθένου κατὰ τὰς γραφὰς καὶ
23.1.15
ἄνθρωπον γενόμενον, μεσίτην θεοῦ καὶ ἀνθρώπων ἀπόστολόν τε τῆς πίστεως ἡμῶν
23.1.16
καὶ ἀρχηγὸν τῆς ζωῆς, ὥς φησιν ὅτι «καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ
23.1.17
θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», τὸν παθόντα ὑπὲρ ἡμῶν καὶ
23.1.18
ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς οὐρανούς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ
23.1.19
πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνά 23. 5 μεως κρῖναι ζῶντας καὶ
23.1.20
νεκρούς. καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ εἰς παράκλησιν καὶ ἁγιασμὸν καὶ τελείωσιν
23.1.21
τοῖς πιστεύουσι διδόμενον, καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διετάξατο τοῖς
23.1.22
μαθηταῖς λέγων «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτί 23. 6 ζοντες αὐτοὺς
23.1.23
εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», δηλονότι πατρός,
23.1.24
ἀληθῶς πατρὸς ὄντος, υἱοῦ δὲ ἀληθῶς υἱοῦ ὄντος, τοῦ δὲ ἁγίου πνεύματος ἀληθῶς
23.1.25
ἁγίου πνεύματος ὄντος, τῶν ὀνομάτων οὐχ ἁπλῶς οὐδὲ ἀργῶς κειμένων, ἀλλὰ
23.1.26
σημαινόν των ἀκριβῶς τὴν οἰκείαν ἑκάστου τῶν ὀνομαζομένων ὑπόστασίν τε καὶ
23.1.27
τάξιν καὶ δόξαν, 23. 7 ὡς εἶναι τῇ μὲν ὑποστάσει τρία, τῇ δὲ συμφωνίᾳ ἕν. ταύτην οὖν
23.1.28
ἔχοντες τὴν πίστιν καὶ ἐξ ἀρχῆς καὶ μέχρι τέλους ἔχοντες ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ
23.1.29
Χριστοῦ πᾶσαν αἱρετικὴν 23. 8 κακοδοξίαν ἀναθεματίζομεν. καὶ εἴ τις παρὰ τὴν ὑγιῆ
23.1.30
τῶν γραφῶν ὀρθὴν πίστιν διδάσκει λέγων ἢ χρόνον ἢ καιρὸν ἢ αἰῶνα ἢ εἶναι ἢ
23.1.31
γεγονέναι πρὸ τοῦ γεννηθῆναι τὸν 23. 9 υἱόν, ἀνάθεμα ἔστω. καὶ εἴ τις λέγει τὸν υἱὸν
23.1.32
κτίσμα ὡς ἓν τῶν κτισμάτων ἢ γέννημα ὡς ἓν τῶν γεννημάτων ἢ ποίημα ὡς ἓν τῶν
23.1.33
ποιημάτων καὶ μὴ ὡς αἱ θεῖαι γραφαὶ παραδέ δωκαν τῶν προειρημένων ἕκαστον ἀφ'
23.1.34
ἑκάστου, ἢ εἴ τι ἄλλο διδάσκει ἢ εὐαγγελίζεται, 23. 10 παρ' ὃ παρελάβομεν, ἀνάθεμα
23.1.35
ἔστω. ἡμεῖς γὰρ πᾶσι τοῖς ἐκ τῶν θείων γραφῶν παραδεδομένοις ὑπό τε προφητῶν
23.1.36
καὶ ἀποστόλων ἀληθινῶς τε καὶ ἐμφόβως καὶ πιστεύομεν καὶ ἀκολουθοῦμεν.

Intertext edge

Open linked passage

Note