Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1.1
Καὶ Θεοφρόνιος δέ τις ἐπίσκοπος Τυάνων συνθεὶς καὶ αὐτὸς ἐξέθετο τὴν
24.1.2
πίστιν ταύτην ἔμπροσθεν τῶν πάντων, ᾗ καὶ πάντες ὑπέγραψαν ἀποδεξάμενοι τὴν
24.1.3
τοῦ ἀνθρώπου πίστιν· 24. 2 Οἶδεν ὁ θεός, ὃν μάρτυρα καλῶ ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι
24.1.4
οὕτως πιστεύω· εἰς θεὸν 24. 3 πατέρα παντοκράτορα, τὸν τῶν ὅλων κτίστην καὶ
24.1.5
ποιητήν, ἐξ οὗ τὰ πάντα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, θεόν, λόγον, δύναμιν
24.1.6
καὶ σοφίαν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι' οὗ τὰ πάντα, τὸν γεννηθέντα ἐκ
24.1.7
τοῦ πατρὸς πρὸ τῶν αἰώνων, θεὸν τέλειον ἐκ θεοῦ τελείου καὶ ὄντα πρὸς τὸν θεὸν
24.1.8
ἐν ὑποστάσει, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν κατελ θόντα καὶ γεννηθέντα ἐκ τῆς
24.1.9
παρθένου κατὰ τὰς γραφάς, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα ἀπὸ τῶν
24.1.10
νεκρῶν καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ πατρὸς
24.1.11
αὐτοῦ καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως κρῖναι ζῶντας καὶ 24. 4
24.1.12
νεκροὺς καὶ μένοντα εἰς τοὺς αἰῶνας. καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸν παράκλητον,
24.1.13
«τὸ πνεῦμα τῆς ἀληθείας», ὃ καὶ διὰ τοῦ προφήτου ἐπηγγείλατο ὁ θεὸς ἐκχέειν ἐπὶ
24.1.14
τοὺς ἑαυτοῦ δούλους καὶ ὁ κύριος ἐπηγγείλατο πέμψαι τοῖς ἑαυτοῦ μαθηταῖς, ὃ καὶ
24.1.15
ἔπεμψεν, 24. 5 ὡς αἱ Πράξεις τῶν Ἀποστόλων μαρτυροῦσιν. εἰ δέ τις παρὰ ταύτην τὴν
24.1.16
πίστιν διδάσκει ἢ ἔχει ἐν ἑαυτῷ, ἀνάθεμα ἔστω. καὶ κατὰ Μαρκέλλου τοῦ Ἀγκύρας ἢ
24.1.17
Σαβελλίου ἢ Παύλου τοῦ Σαμοσατέως· ἀνάθεμα ἔστω καὶ αὐτὸς καὶ πάντες οἱ
24.1.18
κοινωνοῦντες αὐτῷ.

Intertext edge

Open linked passage

Note