Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1.1
Τέως μὲν οὖν ἄχρι τούτου φθάσαντες ἔστησαν καὶ καθῃρέθησαν οἱ
32.1.2
προειρημένοι. ἀλλ' οὐδὲ οὕτως εὖ οἶδα ὅτι στήσονται, ὅσοι καὶ νῦν ὑπεκρίναντο, ἀεὶ
32.1.3
δὲ συστάσεις ποιήσουσι κατὰ τῆς ἀληθείας, ἕως ἂν εἰς ἑαυτοὺς ἐλθόντες εἴπωσι καὶ
32.1.4
οὗτοι· «ἀναστάντες πορευσώμεθα πρὸς τοὺς πατέρας ἑαυτῶν καὶ ἐροῦμεν αὐτοῖς·
32.1.5
ἀναθεματίζομεν μὲν τὴν ἀρειανὴν αἵρεσιν, ἐπιγινώσκομεν δὲ τὴν ἐν Νικαίᾳ
32.1.6
σύνοδον». πρὸς ταύτην γὰρ ἔχουσι 32. 2 τὴν ἔριν. τίς οὖν ἔτι κἂν ὀλίγην αἴσθησιν
32.1.7
ἔχων ἀνέξεται τούτων; τίς βλέπων καθ' ἑκάστην σύνοδον τὰ μὲν ἀφαιρούμενα, τὰ δὲ
32.1.8
προστιθέμενα οὐ συνορᾷ τούτους ὕποπτον καὶ ὕπουλον ἔχοντας κατὰ Χριστοῦ τὴν
32.1.9
διάνοιαν; τίς ὁρῶν αὐτοὺς διὰ μακρῶν ἐκτείνοντας ἑαυτῶν τήν τε τῆς πίστεως
32.1.10
σύνθεσιν καὶ τὴν ἀπολογίαν περὶ ὧν ἐγκαλοῦνται οὐχ ὁρᾷ τούτους
32.1.11
καταγινώσκοντας ἑαυτῶν καὶ πολλὰ γράφοντας ἐπίτηδες, ἵνα δόξωσι διὰ τῆς
32.1.12
ἀκαίρου φιλοτιμίας καὶ τῆς τοσαύτης πολυλογίας ὑφαρπάζειν τοὺς ἀκεραίους καὶ
32.1.13
λαν 32. 3 θάνειν οἷοι τὴν αἵρεσιν τυγχάνουσιν ὄντες; ἀλλ' ὥσπερ οἱ ἐθνικοί, ὡς εἶπεν
32.1.14
ὁ κύριος, βαττολογοῦντες ἐν ταῖς εὐχαῖς οὐδὲν ὠφελοῦσιν, οὕτως οὗτοι τοσαῦτα
32.1.15
καταντλήσαντες οὐκ ἠδυνήθησαν σβέσαι τὴν κατὰ τῆς ἀρειανῆς αἱρέσεως κρίσιν,
32.1.16
ἀλλὰ καὶ μᾶλλον ἐλεγ χθέντες καθῃρέθησαν, καὶ εἰκότως γε. ποίαν γὰρ αὐτῶν ὁ
32.1.17
ἀκούων ἀποδέξεται συγ 32. 4 γραφήν; ἢ ποῖα θαρρήσαντες αὐτοὶ κατηχήσουσι τοὺς
32.1.18
ἐρχομένους πρὸς αὐτούς; εἰ μὲν γὰρ αἱ πᾶσαι μίαν καὶ τὴν αὐτὴν ἔχουσι συμφωνίαν,
32.1.19
τίς ἡ χρεία τῶν πολλῶν; εἰ δὲ τοσούτων χρεία γέγονε, δῆλόν ἐστιν ἑκάστην ἐνδεῆ
32.1.20
καὶ μὴ πλήρη τυγχάνειν. καὶ τοῦτο μᾶλλον ἡμῶν αὐτοὶ διελέγχουσιν ἐν τῷ πάσας
32.1.21
ἐναλλάττειν καὶ μεταποιεῖν. τὸ δὲ πλῆθος τῶν συνόδων καὶ ἡ διαφορὰ τῶν
32.1.22
γραφομένων δείκνυσι τοὺς ἐν αὐταῖς συνελθόντας μαχομένους μὲν πρὸς τὴν ἐν
32.1.23
Νικαίᾳ σύνοδον, ἀσθενοῦντας δὲ πρὸς τὴν ἀλήθειαν.

Intertext edge

Open linked passage

Note