Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.1.1
Ἐπειδὴ δὲ οὕτως αὐτοὶ πρός τε ἑαυτοὺς καὶ πρὸς τοὺς πρὸ ἑαυτῶν
33.1.2
διετέθησαν, φέρε λοιπὸν ἡμεῖς ἐξετάσαντες μάθωμεν παρ' αὐτῶν, ποῖον ἄτοπον ἄρα
33.1.3
θεωρήσαντες ἢ τίνα λέξιν αἰτιώμενοι τῶν ἐγγεγραμμένων ἀπειθεῖς μὲν γονεῦσι
33.1.4
γεγόνασι, διαμάχονται δὲ πρὸς οἰκουμενικὴν σύνοδον. τὸ ἐκ τῆς οὐσίας, φησί, καὶ τὸ
33.1.5
ὁμοούσιον οὐκ ἤρεσεν 33. 2 ἡμῖν· ταῦτα γάρ τινας ἐσκανδάλισε καὶ πολλοὺς
33.1.6
ἐθορύβησεν. ἐκεῖνοι μὲν οὖν οὕτω γράφοντες εἰρήκασιν, ἀπαντήσειε δ' ἄν τις αὐτοῖς
33.1.7
εὐλόγως οὕτως· εἰ μὲν οὖν αὐτὰ τὰ ῥήματα καθ' ἑαυτὰ τυγχάνει ὄντα αἴτια τούτοις
33.1.8
εἰς σκάνδαλον, ἔδει μή τινας σκαν δαλίζεσθαι μηδὲ πολλοὺς θορυβεῖσθαι, ἀλλὰ καὶ
33.1.9
ἡμᾶς καὶ τοὺς ἄλλους πάντας ταὐτὸν ἐκείνοις πάσχειν ἐξ αὐτῶν· εἰ δὲ οἱ μὲν πάντες
33.1.10
ἀγαπῶσι τὰ ῥήματα, οἱ δὲ ταῦτα γράψαντες οὐχ οἱ τυχόντες, ἀλλ' οἱ ἐκ πάσης τῆς
33.1.11
οἰκουμένης συνελθόντες εἰσὶ καὶ τούτοις ἐπιμαρτυ ροῦσιν οἱ νῦν ἐν τῇ Ἀριμήνῳ
33.1.12
συνελθόντες ἐπίσκοποι υʹ καὶ πλείους, πῶς οὐκ ἄντικρυς ἐλέγχει τοῦτο τοὺς κατὰ
33.1.13
τῆς συνόδου λέγοντας, ὡς οὐ τὰ ῥήματά ἐστιν αἴτια, ἀλλ' ἡ 33. 3 κακόνοια τῶν
33.1.14
παρεξηγουμένων τὰ τοιαῦτα; πόσοι κακῶς ἐντυγχάνοντες ταῖς θείαις γραφαῖς καὶ
33.1.15
παρανοοῦντες ταύτας κατηγοροῦσι τῶν ἁγίων, οἷοι γεγόνασιν οἱ μὲν τότε Ἰουδαῖοι
33.1.16
μὴ δεξάμενοι τὸν κύριον, οἱ δὲ νῦν Μανιχαῖοι βλασφημοῦντες τὸν νόμον, καὶ 33. 4
33.1.17
οὐχ αἱ γραφαὶ γεγόνασιν αὐτοῖς αἴτιαι, ἀλλ' ἡ σφῶν αὐτῶν κακοφροσύνη. εἰ μὲν οὖν
33.1.18
ἀποδεῖξαι δύνασθε τὰ ῥήματα φαῦλα, τοῦτο ποιεῖτε, καὶ λόγος ἡγείσθω τῆς ἀπο
33.1.19
δείξεως· καὶ μὴ προφασίζεσθε τοὺς σκανδαλιζομένους, ἵνα μὴ ταυτὸν πάθητε τοῖς
33.1.20
τότε Φαρισαίοις. καὶ γὰρ κἀκείνων προφασιζομένων σκανδαλίζεσθαι ἐπὶ ταῖς τοῦ
33.1.21
κυρίου διδαχαῖς ἔλεγεν αὐτοῖς ὁ κύριος· «πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ
33.1.22
μου ὁ οὐράνιος 33. 5 ἐκριζωθήσεται». τοῦτο δὲ λέγων ἐδείκνυεν ὡς οὐ τὰ τοῦ πατρὸς
33.1.23
δι' αὐτοῦ φυτευόμενα ῥήματα σκάνδαλον ἦσαν αὐτοῖς, ἀλλ' αὐτοὶ κακῶς
33.1.24
ἐκδεχόμενοι τὰ καλῶς λεγόμενα ἐσκαν δάλιζον ἑαυτούς. ἐπεὶ καὶ οἱ αἰτιώμενοι τότε
33.1.25
τὰς ἐπιστολὰς τοῦ ἀποστόλου, οὐ τοῦ Παύλου, ἀλλὰ τῆς ἑαυτῶν ἀμαθίας καὶ
33.1.26
στρεβλῆς διανοίας κατηγόρουν.

Intertext edge

Open linked passage

Note