Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1.1
Ἐπεὶ (καλὸν γὰρ αὐτοὺς ἐρέσθαι τοῦτο) εἴπατε, τίνες εἰσὶν οὓς
34.1.2
προφασίζεσθε σκανδαλίζεσθαι καὶ θορυβεῖσθαι ἐπὶ τούτοις; τῶν μὲν γὰρ
34.1.3
εὐσεβούντων εἰς τὸν Χριστὸν οὐ δείς, αὐτὰ γὰρ πρεσβεύουσι καὶ ἐκδικοῦσιν. εἰ δὲ
34.1.4
τῶν Ἀρειανῶν εἰσιν οἱ τοῦτο πάσχοντες, τί θαυμαστόν, εἰ ἐπὶ τοῖς ἀναιροῦσιν αὐτῶν
34.1.5
τὴν αἵρεσιν ἄχθονται; οὐ γάρ ἐστιν αὐτοῖς σκάνδαλον τὰ ῥήματα, ἀλλὰ λύπη ὅτι
34.1.6
στηλογραφία κατὰ τῆς ἀσεβείας αὐτῶν ἐστιν. 34. 2 οὐκοῦν παύσασθε γογγύζοντες
34.1.7
κατὰ τῶν πατέρων καὶ τοιαῦτα προφασιζόμενοι, ἐπεὶ ὥρα ὑμᾶς καταμέμφεσθαι καὶ
34.1.8
τῷ κυριακῷ σταυρῷ ὅτι «Ἰουδαίοις μὲν σκάνδαλόν ἐστιν, ἔθνεσι δὲ μωρία», ὡς εἶπεν
34.1.9
ὁ ἀπόστολος. ἀλλ' ὥσπερ οὐ φαῦλος ὁ σταυρός· ἡμῖν γὰρ τοῖς πιστεύουσίν ἐστι
34.1.10
«Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία», κἂν Ἰουδαῖοι μαίνωνται, οὕτως οὐ φαῦλα
34.1.11
τὰ τῶν πατέρων ῥήματα, ἀλλ' ὠφέλιμα τοῖς γνησίως ἐντυγχάνουσι καὶ ἀναιρετικὰ
34.1.12
πάσης ἀσεβείας ἐστί, κἂν οἱ Ἀρειανοὶ πολλάκις διαρρηγνύωνται κατακρινόμενοι
34.3.1
παρ' αὐτῶν. ὅτε τοίνυν ἡ περὶ τῶν σκανδαλιζομένων ἀπίθανος δέδεικται
34.3.2
πρόφασις, εἴπατε λοιπὸν ὑμεῖς, πῶς οὐκ ἀρέσκεσθε τῷ ἐκ τῆς οὐσίας ὀνόματι; τοῦτο
34.3.3
γὰρ πρῶτον ἀναγκαῖον ἀνακρῖναι, καίτοι καὶ ὑμεῖς ἐγράψατε ἐκ τοῦ πατρὸς
34.3.4
γεγεννῆσθαι τὸν υἱόν. 34. 4 εἰ μὲν οὖν τὸν πατέρα ὀνομάζοντες ἢ τὸ θεὸς ὄνομα
34.3.5
λέγοντες οὐκ οὐσίαν σημαίνετε οὐδὲ αὐτὸν τὸν ὄντα ὅπερ ἐστὶ κατ' οὐσίαν νοεῖτε,
34.3.6
ἀλλ' ἕτερόν τι περὶ αὐτὸν ἢ τὸ γοῦν χεῖρον, ἵνα μὴ παρ' ἐμοῦ λέγηται, διὰ τούτων
34.3.7
σημαίνετε, ἔδει μὴ γράφειν ὑμᾶς «ἐκ τοῦ πατρὸς» τὸν υἱόν, ἀλλ' «ἐκ τῶν περὶ αὐτὸν
34.3.8
ἢ τῶν ἐν αὐτῷ», ἵνα φεύγοντες λέγειν ἀληθῶς πατέρα τὸν θεὸν σύνθετον δὲ τὸν
34.3.9
ἁπλοῦν καὶ σωματικῶς αὐτὸν ἐπινοοῦντες καινοτέρας βλασφημίας ἐφευρεταὶ
34.3.10
γένησθε. οὕτω δὲ νοοῦντες ἐξ ἀνάγκης καὶ τὸν λόγον καὶ τὸ υἱὸς οὐκ οὐσίαν, ἀλλ'
34.3.11
ὄνομα μόνον νομίζετε καὶ λοιπὸν ἄχρις ὀνομάτων ἔχετε τὴν ἑαυτῶν φαντασίαν· καὶ
34.3.12
ἃ λέγετε οὐκ εἶναι πιστεύετε, ἀλλὰ μὴ εἶναι φρονεῖτε.

Intertext edge

Open linked passage

Note