Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1.1
Ταῦτα καὶ ἡ σύνοδος συνορῶσα καὶ εἰδυῖα τὴν ἐκ τῆς ὁμωνυμίας
36.1.2
διαφορίαν ὑπὲρ τοῦ μή τινας ὑπονοεῖν κατὰ τὴν κτίσιν οὕτω λέγεσθαι καὶ τὸν υἱὸν
36.1.3
«ἐκ τοῦ θεοῦ» λευκότερον 36. 2 ἔγραψαν «ἐκ τῆς οὐσίας» τὸν υἱόν. ἐκ μὲν γὰρ τούτου
36.1.4
τὸ γνήσιον ἀληθῶς υἱοῦ πρὸς τὸν πατέρα γνωρίζεται, ἐκ δὲ τοῦ λέγεσθαι ἁπλῶς «ἐκ
36.1.5
τοῦ θεοῦ» τὸ βούλημα τῆς δημιουργίας τοῦ κτίζοντος σημαίνεται. εἰ μὲν οὖν καὶ
36.1.6
αὐτοὶ τοιαύτην ἔχοντες διάνοιαν ἔγραψαν «ἐκ τοῦ πατρὸς» τὸν λόγον, μὴ
36.1.7
μεμφέσθωσαν τὴν σύνοδον· εἰ δὲ ὡς ἐπὶ τῆς κτίσεώς ἐστι γεγραμμένον, οὕτω καὶ ἐπὶ
36.1.8
τοῦ υἱοῦ φρονοῦσι τὸ ἐκ τοῦ θεοῦ, ἔδει τὰ ἐπὶ τῆς κτίσεως λαμβάνοντας αὐτοὺς μὴ
36.1.9
λέγειν υἱόν, ἵνα μὴ δοκῶσι φύρειν βλασφημίαν τῇ εὐσε βείᾳ καὶ ἢ τὸν κύριον μὴ
36.1.10
συναριθμεῖν τοῖς κτίσμασιν ἢ μὴ ἀνάξια καὶ μὴ ἁρμόζοντα περὶ τοῦ υἱοῦ γράφειν. εἰ
36.1.11
γὰρ υἱός ἐστιν, οὐκ ἔστι κτίσμα· εἰ δὲ κτίσμα ἐστίν, οὐκ ἔστιν 36. 3 υἱός. τοιαῦτα δὲ
36.1.12
διανοούμενοι ἀρνήσονταί που καὶ τὸ ἅγιον λουτρόν, ὅτι εἰς πατέρα 36. 4 καὶ εἰς υἱὸν
36.1.13
καὶ οὐκ εἰς κτίστην καὶ κτίσμα δίδοται, ὡς αὐτοὶ νομίζουσιν. «ἀλλ' οὐ γέ γραπται
36.1.14
ταῦτα», φησίν, «καὶ ὡς ἀγράφους τὰς φωνὰς ἐκβάλλομεν». ἀλλὰ καὶ τοῦτο πάλιν
36.1.15
πρόφασις αὐτοῖς ἐστιν ἀναίσχυντος. εἰ γὰρ ἐκβλητέα νομίζουσι τὰ μὴ γεγραμμένα,
36.1.16
διὰ τί τῶν περὶ Ἄρειον ἐξ ἀγράφων ἐπινοησάντων τοσούτων ῥηματίων συρφετὸν τὸ
36.1.17
«ἐξ οὐκ ὄντων» καὶ τὸ «οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ καὶ ἦν ποτε ὅτε οὐκ ἦν καὶ
36.1.18
τρεπτός ἐστι καὶ ἄρρητος καὶ ἀόρατος ὁ πατὴρ τῷ υἱῷ καὶ ὁ υἱὸς οὐκ οἶδεν οὐδὲ τὴν
36.1.19
ἑαυτοῦ οὐσίαν» καὶ ὅσα ἐν τῇ γελοίῳ καὶ ἀσεβεῖ Θαλίᾳ ἑαυτοῦ φρονῶν ἐξήμεσεν
36.1.20
Ἄρειος οὐκ ἀντειρήκασιν, ἀλλὰ καὶ μᾶλλον ὑπὲρ αὐτῶν ἀγωνίζονται καὶ διὰ ταῦτα
36.1.21
πρὸς τοὺς πατέρας ἑαυτῶν δια 36. 5 μάχονται; ἐκ ποίας δὲ γραφῆς καὶ αὐτοὶ εὑρόντες
36.1.22
τὸ ἀγένητον καὶ τὸ οὐσίας ὄνομα καὶ «τρεῖς εἰσιν ὑποστάσεις» καὶ «οὐκ ἔστιν
36.1.23
ἀληθινὸς θεὸς ὁ Χριστὸς» καὶ «εἷς ἐστι τῶν ἑκατὸν προβάτων» καὶ «ἡ μὲν σοφία τοῦ
36.1.24
θεοῦ ἀγέννητος καὶ ἄναρχός ἐστι, πολλαὶ δέ εἰσιν αἱ 36. 6 κτισθεῖσαι δυνάμεις, ὧν
36.1.25
μία ἐστὶν ὁ Χριστός»; ἢ πῶς ἐν τοῖς λεγομένοις Ἐγκαινίοις ἀγράφοις χρησάμενοι
36.1.26
λέξεσιν οἱ περὶ Ἀκάκιον καὶ Εὐσέβιον καὶ εἰπόντες «οὐσίας τε καὶ δυνάμεως καὶ
36.1.27
βουλῆς καὶ δόξης ἀπαράλλακτον εἰκόνα τὸν πρωτότοκον τῆς κτίσεως» γογγύζουσι
36.1.28
κατὰ τῶν πατέρων ὡς ἀγράφων αὐτῶν μνημονευσάντων λέξεων καὶ οὐσίας
36.1.29
μνημονευσάντων; ἔδει γὰρ αὐτοὺς ἢ καθ' ἑαυτῶν γογγύζειν ἢ μηδὲν τοὺς πατέρας
36.1.30
αἰτιᾶσθαι .

Intertext edge

Open linked passage

Note