De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1.1
Τίς οὖν ἔτι τοὺς τοιούτους Χριστιανοὺς ἡγήσεται; ἢ ποία πίστις παρὰ
38.1.2
τούτοις, παρ' οἷς οὐ λόγος, οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιρὸν ἀλλάσσεται
38.1.3
καὶ μετα 38. 2 βάλλεται; εἰ γάρ, ὦ Ἀκάκιε καὶ Εὐδόξιε, οὐ φεύγετε τὴν ἐκτεθεῖσαν ἐν
38.1.4
τοῖς Ἐγκαινίοις πίστιν, ἐν αὐτῇ δὲ γέγραπται· «οὐσίας ἀπαράλλακτος εἰκών ἐστιν ὁ
38.1.5
υἱός», πῶς ἐν τῇ Ἰσαυρίᾳ γράφετε· «ἐκβάλλομεν τὸ ὁμοούσιον»; εἰ γὰρ οὐκ ἔστι κατ'
38.1.6
οὐσίαν ὅμοιος ὁ υἱὸς τῷ πατρί, πῶς «ἀπαράλλακτος τῆς οὐσίας εἰκών» ἐστιν; εἰ δὲ
38.1.7
μετέγνωτε γράψαντες τὸ «τῆς οὐσίας ἀπαράλλακτος εἰκών», πῶς ἀναθεματίζετε
38.1.8
τοὺς «ἀνόμοιον» εἶναι λέγοντας τὸν υἱόν; εἰ γὰρ οὐχ «ὅμοιος κατ' οὐσίαν» πάντως
38.1.9
«ἀνόμοιός» ἐστι. τὸ δὲ ἀνόμοιον οὐκ ἂν εἴη 38. 3 «εἰκών». εἰ δὲ οὕτω καθ' ὑμᾶς ἐστιν,
38.1.10
οὐκ ἄρα «ὁ τὸν υἱὸν ἑωρακὼς ἑώρακε τὸν πατέρα «πλείστης ὅσης οὔσης διαφορᾶς,
38.1.11
μᾶλλον δὲ τὸ ὅλον ὄντος τούτου πρὸς ἐκεῖνον ἀνομοίου. τὸ δὲ ἀνόμοιον οὐχ οἷόν τε
38.1.12
ὅμοιον λέγεσθαι. ποίᾳ τοίνυν μηχανῇ τὸ ἀνόμοιον ὅμοιον λέγετε καὶ τὸ ὅμοιον
38.1.13
ἀνόμοιον φρονεῖτε καὶ ὑποκρίνεσθε λέγοντες «εἰκόνα εἶναι τοῦ πατρὸς τὸν υἱόν»; εἰ
38.1.14
γὰρ οὐκ ἔστι κατ' οὐσίαν ὅμοιος ὁ υἱὸς τοῦ πατρός, λείπει τι τῇ εἰκόνι καὶ οὐκ 38. 4
38.1.15
ἔστι πλήρης εἰκὼν οὐδὲ τέλειον ἀπαύγασμα. πῶς οὖν ἀναγινώσκετε τὸ «ἐν αὐτῷ
38.1.16
κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς «καὶ «ἐκ τοῦ πληρώματος αὐτοῦ
38.1.17
ἡμεῖς πάντες ἐλάβομεν «; πῶς τὸν Ἀρειανὸν Ἀέτιον ὡς αἱρετικὸν ἐκβάλλετε, καίτοι
38.1.18
τὰ αὐτὰ ἐκείνῳ λέγοντες; καὶ γὰρ σοῦ μέν, ὦ Ἀκάκιε, ἑταῖρός ἐστιν, Εὐδοξίου δὲ
38.1.19
διδάσκαλος εἰς τὴν τοιαύτην ἀσέβειαν γέγονεν, ἧς ἕνεκα καὶ Λεόντιος αὐτὸν ὁ
38.1.20
ἐπίσκοπος διάκονον κατέστησεν, ἵνα ὡς ἐν ἐνδύματι προβάτου τῷ ὀνόματι τῆς
38.1.21
διακονίας χρώμενος ἐπ' ἀδείας ἐξεμεῖν δύνηται τὰ τῆς βλασφημίας ῥήματα.