De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1.1
Τί οὖν ὑμᾶς ἄρα τοιοῦτον ἔπεισεν, ὥστε καὶ ἑαυτοῖς εἰς τὸ ἐναντίον
39.1.2
περιπεσεῖν καὶ το σαύτην αἰσχύνην ἀπενέγκασθαι; ἀλλ' οὐδὲν εὔλογον ἂν εἴποιτε·
39.1.3
τοῦτο δὲ μόνον περι λείπεται νοεῖν ὅτι πάντα νῦν ὑποκρίνεσθε καὶ πάντα
39.1.4
προσποιούμενοι πλάττετε διὰ τὴν 39. 2 παρὰ Κωνσταντίου προστασίαν καὶ τὸ παρὰ
39.1.5
τοῦ τοιούτου κέρδος. καὶ κατηγορεῖτε μὲν εὐχερῶς τῶν πατέρων, προφασίζεσθε δὲ
39.1.6
ἁπλῶς τὰς λέξεις ὡς ἀγράφους, καὶ κατὰ τὸ γεγραμμένον «διετείνατε τὰ σκέλη
39.1.7
παντὶ παρόδῳ», ὥστε τοσαυτάκις ὑμᾶς μεταβάλλεσθαι, ὁσάκις ἂν ὑμᾶς οἱ
39.1.8
μισθούμενοι καὶ χορηγοῦντες ὑμῖν βούλωνται. καίτοι κἂν ἀγράφους τις 39. 3 λαλῇ
39.1.9
λέξεις, οὐδὲν διαφέρει, ἕως εὐσεβῆ τὴν διάνοιαν ἔχει. ὁ δὲ αἱρετικὸς ἀνήρ, κἂν τὰς
39.1.10
ἀπὸ τῶν γραφῶν χρήσηται λέξεις, οὐδὲν ἧττον ὕποπτος ὢν καὶ τὸν νοῦν
39.1.11
διεφθαρμένος ἀκούσεται παρὰ τοῦ πνεύματος «ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου
39.1.12
καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου». οὕτως ὁ μὲν διάβολος
39.1.13
καίτοι λαλῶν ἀπὸ τῶν γρα φῶν πεφίμωται παρὰ τοῦ σωτῆρος· ὁ δὲ μακάριος
39.1.14
Παῦλος κἂν ἐκ τῶν ἔξωθεν λαλῇ· «Κρῆτες ἀεὶ ψεῦσται», καὶ «τοῦ γὰρ καὶ γένος
39.1.15
ἐσμὲν» καὶ «φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί», ἀλλ' ὅμως ἅγιος ὢν ἔχει τὴν
39.1.16
διάνοιαν εὐσεβῆ καὶ «τοῦ Χριστοῦ νοῦν ἔχων διδάσκαλός ἐστιν 39. 4 ἐθνῶν ἐν πίστει
39.1.17
καὶ ἀληθείᾳ», καὶ ἃ λαλεῖ μετ' εὐσεβείας φθέγγεται. ποία τοίνυν ἐν τοῖς ἀρειανοῖς
39.1.18
ῥηματίοις κἂν πιθανότης ἐστίν, ἐν οἷς προτιμᾶται τοῦ σωτῆρος ἡ κάμπη καὶ ἡ ἀκρὶς
39.1.19
καὶ λοιδορεῖται παρ' αὐτῶν· «οὐκ ἦς ποτε καὶ ἐκτίσθης ξένος τε κατ' οὐσίαν τοῦ θεοῦ
39.1.20
τυγχάνεις» καὶ ὅλως οὐδὲν δυσφημίας ἐν αὐτοῖς παραλέλειπται; τί δὲ πρὸς εὐφημίαν
39.1.21
παρῆκαν οἱ πατέρες; καὶ οὐ μᾶλλον ὑψηλὴ διάνοια καὶ φιλόχριστος εὐσέβεια παρ'
39.1.22
αὐτοῖς 39. 5 ἐστι; καὶ ὅμως ταῦτα μὲν ἔγραψαν ὅτι «ἐκβάλλομεν», ἐκείνων δὲ τῶν
39.1.23
κατὰ τοῦ κυρίου λοιδοριῶν ἀνέχονται καὶ φανεροὺς ἑαυτοὺς πᾶσι καθιστῶσιν, ὅτι
39.1.24
δι' οὐδὲν ἕτερον μάχονται πρὸς τὴν σύνοδον ἐκείνην τὴν μεγάλην ἢ ὅτι τὴν
39.1.25
ἀρειανὴν αἵρεσιν κατέκρινε. διὰ τοῦτο γὰρ καὶ τὴν τοῦ ὁμοουσίου λέξιν διαβάλλουσι
39.1.26
κακῶς αὐτοὶ φρονοῦντες καὶ περὶ αὐτῆς. 39. 6 εἰ γὰρ ἐπίστευον ὀρθῶς καὶ τὸν μὲν
39.1.27
πατέρα πατέρα ἀληθῶς ὡμολόγουν, τὸν δὲ υἱὸν γνήσιον υἱὸν καὶ φύσει ἀληθινὸν
39.1.28
λόγον καὶ σοφίαν ἐπίστευον εἶναι τοῦ πατρὸς τό τε «ἐκ τοῦ θεοῦ» λέγειν τὸν υἱόν, εἰ
39.1.29
μή, ὥσπερ λέγεται περὶ τῶν κτισμάτων, οὕτως ἔλεγον καὶ περὶ αὐτοῦ, ἀλλὰ τῆς
39.1.30
οὐσίας τοῦ πατρὸς ἴδιον αὐτὸν ἐνόουν εἶναι γέννημα ὡς ἔστι τὸ ἀπαύγασμα ἐκ τοῦ
39.1.31
φωτός, οὐκ ἂν ἕκαστος αὐτῶν κατηγόρει τῶν πατέρων, ἀλλ' ἐθάρρουν, ὅτι καλῶς
39.1.32
ἔγραψεν ἡ σύνοδος καὶ οὕτως ἐστὶν ἡ ὀρθὴ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
39.1.33
πίστις .