De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1.1
Ἀλλ' «ἀσαφής», φησίν, «ἐστὶν ἡμῖν τῶν τοιούτων λέξεων ἡ διάνοια».
40.1.2
καὶ τοῦτο γὰρ προεφασίσαντο λέγοντες ὅτι «μὴ δυνάμενοι καταλαβεῖν τὴν
40.1.3
ἑρμηνείαν αὐτῶν ἐκ 40. 2 βάλλομεν ταύτας τὰς λέξεις». τοῦτο δὲ εἰ ἀληθῶς ἔλεγον,
40.1.4
οὐκ ἔδει λέγειν αὐτοὺς «ἐκ βάλλομεν ταύτας», ἀλλ' ἀξιοῦν μαθεῖν παρὰ τῶν
40.1.5
ἐπισταμένων, ἐπεὶ ὀφείλουσί γε, καὶ ἅπερ ἂν ἐν ταῖς θείαις γραφαῖς μὴ νοήσωσιν
40.1.6
ἐκβάλλειν καὶ κατηγορεῖν τοὺς γράψαντας αὐτά. 40. 3 ἀλλὰ τοῦτο μᾶλλον αἱρετικῶν
40.1.7
καὶ οὐχ ἡμῶν τῶν Χριστιανῶν τὸ τόλμημα. ἃ γὰρ ἀγνοοῦμεν ἐν τοῖς λογίοις, οὐκ
40.1.8
ἐκβάλλομεν, ἀλλὰ ζητοῦμεν οὓς ἀπεκάλυψεν ὁ κύριος καὶ παρ' αὐτῶν μανθάνειν
40.1.9
ἀξιοῦμεν. ἐπειδὴ δὲ καὶ οὕτω προφασίζονται τὴν ἀσάφειαν τῶν τοιούτων λέξεων,
40.1.10
ὁμολογείτωσαν γοῦν τὰ εὐθὺς ἐπιφερόμενα καὶ ἀναθεματιζέτωσαν τοὺς
40.1.11
φρονοῦντας «ἐξ οὐκ ὄντων εἶναι τὸν υἱὸν» καὶ «οὐκ ἦν πρὶν γεννηθῇ» καὶ ὅτι
40.1.12
«κτίσμα καὶ ποίημά ἐστιν ὁ τοῦ θεοῦ λόγος» καὶ «τρεπτός ἐστι τῇ φύσει» καὶ «ἐξ
40.1.13
ἑτέρας ὑποστάσεως», καὶ ὅλως ἀναθεματιζέτωσαν τὴν ἀρειανὴν αἵρεσιν τὴν
40.1.14
ἐφευροῦσαν τὴν τοιαύτην ἀσέβειαν. 40. 4 καὶ λοιπὸν μὴ λεγέτωσαν «ἐκβάλλομεν τὰς
40.1.15
λέξεις», ἀλλ' ὅτι «οὔπω νοοῦμεν αὐτάς», ἵνα οὕτω πιθανήν τινα πρόφασιν ἔχωσι
40.1.16
τοῦ παραιτεῖσθαι ταύτας. εὖ δὲ οἶδα καὶ πέπεισμαι καὶ αὐτοὶ δὲ τοῦτο γινώσκουσιν
40.1.17
ὅτι ταῦτα ἐὰν ὁμολογήσωσι καὶ ἀναθεματίσωσι τὴν 40. 5 ἀρειανὴν αἵρεσιν οὐκ
40.1.18
ἀρνήσονται κἀκείνας τὰς τῆς συνόδου λέξεις. διὰ τοῦτο γὰρ καὶ οἱ πατέρες εἰρηκότες
40.1.19
«ἐκ τῆς οὐσίας γεννητὸν τὸν υἱὸν ὁμοούσιον τῷ πατρὶ» εὐθὺς ἐπήγα γον· «τοὺς δὲ
40.1.20
λέγοντας» τὰ προειρημένα, ἅπερ ἐστὶ τῆς ἀρειανῆς αἱρέσεως, «ἀναθεματίζομεν» ἵνα
40.1.21
δείξωσιν ὅτι ὡς ἐκ παραλλήλου λέλεκται παρ' αὐτῶν καὶ αἱ λέξεις ἐκεῖναι ταῦτα
40.1.22
σημαίνουσι, καὶ ὃς ἂν ἐκείνας ὁμολογήσῃ, πάντως καὶ ταῦτα διανοηθήσεται· οἱ δὲ
40.1.23
μήτε ταῦτα φρονοῦντες, ἀλλὰ κἀκεῖνα διαβάλλοντες οἱ τοιοῦτοι πανταχόθεν
40.1.24
ἐλέγχονται χριστομάχοι.