Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1.1
«Καὶ δι' ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν
44.1.2
ἔγκλημα κατ' ἐμοῦ» ψεῦδος ὂν ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ.
44.1.3
εἰ γὰρ καὶ τὸ ὄνομα τοῦτό «φημι μὴ εὑρηκέναι μηδ' ἀνεγνωκέναι που τῶν ἁγίων
44.1.4
γραφῶν, ἀλλά γε τὰ ἐπιχειρήματά» μου τὰ ἑξῆς ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης
44.1.5
οὐκ ἀπᾴδει. καὶ γὰρ ἀνθρωπείαν γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας
44.1.6
πάντως τοὺς γονεῖς μόνον ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ
44.1.7
μήτε γονεῖς ἀναγκαῖον ὑπάρχειν εἶναι μήτε τέκνα. 44. 2 καὶ τὴν μὲν ἐπιστολήν, ὡς
44.1.8
προεῖπον, διὰ τὰς περιστάσεις οὐκ ἔχω προκομίσαι· εἰ δ' οὖν, αὐτά σοι τὰ τότε
44.1.9
ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἀνέπεμψα τὸ ἀντίγραφον· ὅπερ ἐὰν εὐπορήσω,
44.1.10
ποιήσω. οἶδα δὲ καὶ μέμνημαι πλείονα προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ
44.1.11
καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάσ
44.1.12
τησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές. καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα
44.1.13
ἕτερον καὶ σχῆμα καὶ ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν πηγὴν ποταμὸν μήτε τὸν
44.1.14
ποταμὸν πηγὴν λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν καὶ τὴν μὲν πηγὴν οἱονεὶ πατέρα
44.1.15
εἶναι, τὸν δὲ ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς γεννώμενον. οὕτως εἴρηκεν ὁ
44.1.16
ἐπίσκοπος .

Intertext edge

Open linked passage

Note