De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1.1
Πεπαύσθω τοίνυν πᾶσα φιλονεικία καὶ μηκέτι προσκόπτωμεν ἡμεῖς, εἰ
46.1.2
διαφόρως ἐξειλήφασιν αἱ σύνοδοι τὴν τοῦ ὁμοουσίου λέξιν. ἔχομεν γὰρ εἰς
46.1.3
ἀπολογίαν εὐλόγους 46. 2 περὶ αὐτῶν αἰτίας, τὰς προειρημένας μέν, καὶ ταύτην δέ.
46.1.4
τὸ ἀγέννητον εἰ καὶ μὴ παρὰ τῶν γραφῶν τοῦτο μεμαθήκαμεν (οὐδαμοῦ γὰρ
46.1.5
ἀγέννητον τὸν θεὸν εἰρήκασιν αἱ γραφαί), ὅμως ἐπειδὴ καὶ πολλοὶ τῶν δοκούντων
46.1.6
ἐμνημόνευσαν τοῦ ὀνόματος, φιλοπευστήσαντες ἔγνωμεν ὅτι καὶ τοῦτο τὸ ὄνομα
46.1.7
διάφορα ἔχει τὰ σημαινόμενα. καὶ οἱ μὲν τὸ ὂν μέν, μήτε δὲ γεννηθὲν μήτε ὅλως
46.1.8
ἔχον τὸν αἴτιον λέγουσιν ἀγέννητον, οἱ δὲ τὸ ἄκτιστον. 46. 3 ὥσπερ οὖν τούτων οὕτω
46.1.9
σημαινομένων, εἰ μέν τις ἀποβλέπων εἰς τὸ πρότερον σημαινό μενον τὸ «μὴ ἔχον
46.1.10
τὸν αἴτιον» ἔλεγε «μὴ εἶναι ἀγέννητον τὸν υἱόν», οὐκ ἂν κατηγόρει βλέπων ἕτερον
46.1.11
βλέποντα εἰς τὸ μὴ εἶναι ποίημα μηδὲ κτίσμα, ἀλλ' ἀίδιον γέννημα καὶ λέγοντα
46.1.12
ἀγέννητον τὸν υἱόν· ἀμφότεροι γὰρ πρὸς τὸν ἴδιον σκοπὸν ὁρῶντες καλῶς
46.1.13
εἰρήκασιν· οὕτως εἰ καὶ τῶν πατέρων οἱ μὲν οὕτως, οἱ δὲ οὕτως εἰρήκασι περὶ τοῦ
46.1.14
ὁμο ουσίου, μὴ φιλονεικῶμεν ἡμεῖς, ἀλλ' εὐσεβῶς τὰ παρ' αὐτῶν δεχώμεθα, ἕως
46.1.15
μάλιστα τὴν σπουδὴν εἶχον εἰς εὐσέβειαν.