Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
48.1.1
Τοιαύτη μὲν οὖν ἡ διάνοια τῶν πατέρων λεγέσθω καὶ πιστευέσθω. φέρε
48.1.2
δὲ καὶ μετ' αὐτῶν πάλιν ἐξετάσωμεν τὸ πρᾶγμα πράως καὶ μετὰ συνειδήσεως ἀγαθῆς
48.1.3
μνημο νεύσαντες καὶ τῶν προειρημένων, εἰ μὴ τῷ ὄντι δείκνυνται καλῶς
48.1.4
φρονήσαντες οἱ ἐν τῇ 48. 2 Νικαίᾳ συνελθόντες ἐπίσκοποι. εἰ μὲν ποίημά ἐστιν ὁ
48.1.5
λόγος καὶ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας, ὥστε καὶ χωρίζεσθαι αὐτὸν ἀπὸ τοῦ
48.1.6
πατρὸς τῷ ἑτεροφυεῖ χωρισμῷ, οὐκ ἂν εἴη ὁμοούσιος τῷ πατρί, ἀλλὰ μᾶλλον
48.1.7
ὁμογενὴς τῇ φύσει τοῖς ποιήμασι, κἂν ὑπερβάλλῃ τῇ χάριτι· εἰ δὲ ὁμολογοῦμεν μὴ
48.1.8
εἶναι αὐτὸν ποίημα, ἀλλὰ γνήσιον ἐκ τῆς οὐσίας τοῦ πατρὸς γέννημα, ἀκόλουθον ἂν
48.1.9
εἴη καὶ ἀχώριστον αὐτὸν εἶναι τοῦ πατρὸς ὁμοφυῆ ὄντα διὰ τὸ ἐξ αὐτοῦ
48.1.10
γεγεννῆσθαι. τοιοῦτος δὲ ὢν εἰκότως καὶ ὁμοούσιος ἂν 48. 3 λέγοιτο. ἔπειτα εἰ μὴ ἐκ
48.1.11
μετουσίας ἐστὶν ὁ υἱός, ἀλλὰ τῇ οὐσίᾳ λόγος ἐστὶ καὶ σοφία τοῦ πατρός, ἡ δὲ οὐσία
48.1.12
αὕτη τῆς οὐσίας τῆς πατρικῆς ἐστι γέννημα καὶ ὁμοιότης αὐτῆς ὥσπερ καὶ τὸ
48.1.13
ἀπαύγασμα τοῦ φωτός· λέγει δὲ ὁ υἱὸς «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἐμὲ
48.1.14
ἑωρακὼς ἑώρακε τὸν πατέρα»· πῶς δεῖ νοεῖν ταύτας τὰς φωνάς; ἢ πῶς αὐτὰς ἐκλαμ
48.4.1
βάνοντες σώσομεν τὸ ἓν εἶναι τὸν πατέρα καὶ τὸν υἱόν; εἰ μὲν οὖν τῇ συμφωνίᾳ
48.4.2
τῶν δογμάτων καὶ τῷ μὴ διαφωνεῖν πρὸς τὸν πατέρα, ὡς οἱ Ἀρειανοὶ λέγουσι,
48.4.3
φαῦλος ὁ τοιοῦτος νοῦς. καὶ γὰρ καὶ οἱ ἅγιοι καὶ μᾶλλόν γε ἄγγελοι καὶ ἀρχάγγελοι
48.4.4
τὴν τοιαύτην ἔχουσι πρὸς τὸν θεὸν συμφωνίαν καὶ οὐδεμία παρ' αὐτοῖς ἐστι
48.4.5
διαφωνία. ὁ γὰρ δια φωνήσας διάβολος ἐθεωρήθη πίπτων ἐκ τῶν οὐρανῶν, ὡς εἶπεν
48.4.6
ὁ κύριος. οὐκοῦν εἰ διὰ τὴν συμφωνίαν ἕν ἐστιν ὁ πατὴρ καὶ ὁ υἱός, εἴη ἂν καὶ τῶν
48.4.7
γενητῶν τὰ συμφωνοῦντα 48. 5 οὕτω πρὸς τὸν θεὸν καὶ εἴποι ἂν ἕκαστος· «ἐγὼ καὶ ὁ
48.4.8
πατὴρ ἕν ἐσμεν». εἰ δὲ τοῦτο ἄτοπον· ἄτοπον γάρ ἐστιν ἀληθῶς· ἀνάγκη λοιπὸν κατὰ
48.4.9
τὴν οὐσίαν νοεῖν καὶ τὴν υἱοῦ καὶ πατρὸς ἑνότητα. τὰ μὲν γὰρ γενητά, κἂν
48.4.10
συμφωνίαν ἔχῃ πρὸς τὸν πεποιηκότα, ἀλλ' ἐν κινήσει καὶ μετουσίᾳ καὶ νῷ ταύτην
48.4.11
ἔχει, ἥνπερ ὁ μὴ φυλάξας ἐκβέβληται τῶν οὐρανῶν, ὁ δὲ υἱὸς ἐκ τῆς οὐσίας ὢν
48.4.12
γέννημα τῇ οὐσίᾳ ἕν ἐστιν αὐτὸς καὶ ὁ γεννήσας αὐτὸν πατήρ.

Intertext edge

Open linked passage

Note