Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Τὸ μὲν οὖν τολμηρὸν τῆς προαιρέσεως ἐλέγχει τὴν ἀμαθίαν αὐτῶν, τὸ δὲ
4.1.2
καινὸν ἐπι νόημα τῆς γραφῆς ἴσον ἐστὶ τῆς ἀρειανῆς αἱρέσεως. οὕτω γὰρ γράψαντες
4.1.3
ἔδειξαν, πότε μὲν ἤρξαντο πιστεύειν αὐτοί, ἀπὸ δὲ τοῦ νῦν βούλονται τὴν πίστιν
4.1.4
αὐτῶν καταγγέλ 4. 2 λεσθαι. καὶ ὥσπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν «ἐτέθη
4.1.5
δόγμα» περὶ τῆς ἀπο γραφῆς καὶ τοῦτο τὸ δόγμα πρότερον μὲν οὐκ ἦν, ἀπὸ δὲ τῶν
4.1.6
ἡμερῶν ἐκείνων ἤρξατο, ἐν αἷς καὶ ἐτέθη παρὰ τοῦ γράψαντος, οὕτω καὶ οὗτοι
4.1.7
γράψαντες «ἐξετέθη νῦν ἡ πίστις» ἔδει 4. 3 ξαν ὅτι νεώτερόν ἐστι τὸ τῆς αἱρέσεως
4.1.8
αὐτῶν φρόνημα καὶ οὐκ ἦν πρότερον. εἰ δὲ προστιθέασι «τῆς καθολικῆς», ἔλαθον
4.1.9
ἑαυτοὺς πεσόντες εἰς τὴν παράνοιαν τῶν ἀπὸ Φρυ γίας, ὥστε καὶ αὐτοὺς κατ'
4.1.10
ἐκείνους εἰπεῖν· «ἡμῖν πρῶτον ἀπεκαλύφθη καὶ ἀφ' ἡμῶν ἡ πίστις ἄρχεται τῶν
4.1.11
Χριστιανῶν». καὶ ὥσπερ ἐκεῖνοι Μαξιμίλλαν καὶ Μοντανόν, οὕτως 4. 4 οὗτοι ἀντὶ
4.1.12
τοῦ Χριστοῦ Κωνστάντιον «δεσπότην» ἐπιγράφονται. εἰ δὲ κατ' αὐτοὺς ἀπὸ τῆς νῦν
4.1.13
ὑπατείας ἀρχὴν ἡ πίστις ἔχει, τί ποιήσουσιν οἱ πατέρες καὶ οἱ μακάριοι μάρτυ ρες, τί
4.1.14
δὲ καὶ αὐτοὶ ποιήσουσι τοὺς παρ' αὐτῶν κατηχηθέντας καὶ πρὸ τῆς ὑπατείας ταύ της
4.1.15
κοιμηθέντας, πῶς αὐτοὺς ἐγείρουσιν, ἵνα ἃ μὲν ἔδοξαν δεδιδαχέναι τούτους
4.1.16
ἀπαλείψω σιν, ἃ δὲ νῦν ὡς ἐφευρόντες ἔγραψαν ἐπισπείρωσιν αὐτοῖς; οὕτως εἰσὶν
4.1.17
ἀμαθεῖς μόνον εἰδότες πλάττειν προφάσεις καὶ ταύτας ἀπρεπεῖς καὶ ἀπιθάνους
4.1.18
ἐχούσας ἐγγὺς τὸν ἔλεγχον.

Intertext edge

Open linked passage

Note