Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1.1
Πάλιν τε εἰ, καθὰ προείπομεν, οὐκ ἐκ μετουσίας ἐστὶν ὁ υἱός, ἀλλὰ τὰ
51.1.2
μὲν γενητὰ πάντα ἐκ μετουσίας ἔχει τὴν παρὰ θεοῦ χάριν, αὐτὸς δὲ τοῦ πατρὸς σοφία
51.1.3
καὶ λόγος ἐστίν, οὗ μετέχει τὰ πάντα, δῆλον ὅτι αὐτὸς ὢν τὸ θεοποιὸν καὶ
51.1.4
φωτιστικὸν τοῦ πατρός, ἐν ᾧ τὰ πάντα θεοποιεῖται καὶ ζωοποιεῖται, οὐκ
51.1.5
ἀλλοτριοούσιός ἐστι τοῦ πατρός, ἀλλ' ὁμο ούσιος. τούτου γὰρ μεταλαμβάνοντες τοῦ
51.1.6
πατρὸς μετέχομεν διὰ τὸ τοῦ πατρὸς εἶναι 51. 2 ἴδιον τὸν λόγον. ὅθεν εἰ ἦν ἐκ
51.1.7
μετουσίας καὶ αὐτὸς καὶ μὴ ἐξ αὑτοῦ οὐσιώδης θεότης καὶ εἰκὼν τοῦ πατρός, οὐκ ἂν
51.1.8
ἐθεοποίησε θεοποιούμενος καὶ αὐτός. οὐ γὰρ οἷόν τε τὸν ἐκ μετουσίας ἔχοντα
51.1.9
μεταδιδόναι τῆς μεταλήψεως ἑτέροις, ὅτι μὴ αὐτοῦ ἐστιν ὃ ἔχει, ἀλλὰ τοῦ 51. 3
51.1.10
δεδωκότος, καὶ ὃ ἔλαβε μόγις τὴν ἀρκοῦσαν αὐτῷ χάριν ἔλαβε. καὶ τὴν αἰτίαν δὲ
51.1.11
ὅμως, δι' ἥν τινες, ὡς λέγεται, παραιτοῦνται τὸ ὁμοούσιον, ἐξετάσωμεν ἀληθῶς, μὴ
51.1.12
ἄρα μᾶλλον ἐκ ταύτης ὁμοούσιος δείκνυται ὁ υἱὸς τῷ πατρί. φασὶ τοίνυν, ὡς ὑμεῖς
51.1.13
ἐγράψατε, μὴ χρῆναι λέγειν ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ, ὅτι ὁ λέγων ὁμοούσιον
51.1.14
τρία λέγει, οὐσίαν τινὰ προυποκειμένην καὶ τοὺς ἐκ ταύτης γεννωμένους
51.1.15
ὁμοουσίους εἶναι. καὶ ἐπιλέγουσιν· «ἐὰν οὖν ὁ υἱὸς ὁμοούσιος ᾖ τῷ πατρί, ἀνάγκη
51.1.16
προυποκεῖσθαι αὐτῶν οὐσίαν, ἐξ ἧς καὶ ἐγεν 51. 4 νήθησαν, καὶ μὴ εἶναι τὸν μὲν
51.1.17
πατέρα, τὸν δὲ υἱόν, ἀλλ' ἀμφοτέρους ἀδελφούς.» ταῦτα εἰ καὶ Ἑλλήνων εἰσὶν
51.1.18
ἑρμηνεῖαι καὶ οὐκ ἀναγκαῖα ἡμῖν τὰ παρ' ἐκείνων, ἀλλ' ἴδωμεν τὰ εἰρημένα τὰ
51.1.19
ὁμοούσια τὰ ἐκ τῆς προνοουμένης οὐσίας ἀδελφά, πότερον ἑαυτῶν εἰσιν ὁμο 51. 5
51.1.20
ούσια ἢ τῆς οὐσίας ἐξ ἧς καὶ ἐγεννήθησαν. εἰ μὲν γὰρ ἑαυτῶν ἑτεροούσια καὶ
51.1.21
ἀνόμοια ἔσται πρὸς τὴν γεννήσασαν αὐτὰ οὐσίαν· ἀντίκειται γὰρ τῷ ὁμοουσίῳ τὸ
51.1.22
ἑτεροούσιον· εἰ δὲ τῆς γεννησάσης αὐτὰ οὐσίας ἐστὶν ἕκαστον ὁμοούσιον, δῆλον ὅτι
51.1.23
τὸ ἔκ τινος γεννώ μενον ὁμοούσιόν ἐστι τῷ γεννήσαντι. καὶ οὐκέτι χρὴ ζητεῖν τρεῖς
51.1.24
οὐσίας, ἀλλὰ μόνον 51. 6 ζητεῖν, εἰ τόδε ἀληθὲς ἐκ τοῦδέ ἐστι. κἂν γὰρ συμβῇ μὴ
51.1.25
εἶναι δύο ἀδελφούς, ἀλλὰ καὶ μόνον ἕνα ἐξ ἐκείνης τῆς οὐσίας γενέσθαι, οὐ διὰ τὸ
51.1.26
μὴ εἶναι ἕτερον ἀλλοτριοούσιος ἂν λεχθείη ὁ γεννηθείς, ἀλλὰ καὶ μόνος ὢν εἴη ἂν
51.1.27
καὶ αὐτὸς ὁμοούσιος τῷ γεννήσαντι. ἐπεὶ τί ἂν εἴποιμεν περὶ τῆς θυγατρὸς τοῦ
51.1.28
Ἰεφθάε ὅτι «μονογενὴς ἦν καὶ οὐκ ἦν», φησίν, «ἄλλο τέκνον αὐτῷ», καὶ περὶ τοῦ
51.1.29
υἱοῦ δὲ τῆς χήρας, ὃν ἤγειρεν ἐκ νεκρῶν ὁ κύριος, ὅτι καὶ αὐτὸς οὐκ εἶχεν ἀδελφόν,
51.1.30
ἀλλὰ μονογενὴς ἦν, ἆρα οὐκ ἦν ὁμοούσιος ἕκαστος αὐτῶν τῷ γεννήσαντι; καὶ μὴν
51.1.31
ἦσαν· τέκνα γὰρ ἦσαν· καὶ τοῦτο τέκνων ἴδιόν ἐστι πρὸς γονέας. 51. 7 οὕτω καὶ τὸν
51.1.32
τοῦ θεοῦ υἱὸν ἐκ τῆς οὐσίας εἰπόντες οἱ πατέρες εἰκότως καὶ ὁμοούσιον εἰρή κασι·
51.1.33
ταύτην γὰρ ἔχει καὶ τὸ ἀπαύγασμα δύναμιν πρὸς τὸ φῶς. ἕπεται δὲ τούτοις μηδὲ τὴν
51.1.34
κτίσιν ἐκ τοῦ μὴ ὄντος γεγονέναι. οἱ γὰρ κατὰ πάθος γεννῶντες ἄνθρωποι αὐτοὶ καὶ
51.1.35
τὴν ὑποκειμένην ὕλην ἐργάζονται, καὶ ἄλλως οὐκ ἂν δύναιντοποιεῖν· εἰ δὲ τὸ
51.1.36
κτίζειν οὐκ ἀνθρωπίνως νοοῦμεν ἐπὶ θεοῦ, πολλῷ μᾶλλον οὐδὲ τὸ γεννᾶν
51.1.37
ἀνθρωπίνως πρέπει νοεῖν ἐπὶ θεοῦ οὐδὲ τὸ ὁμοούσιον σωματικῶς ἐκλαμβάνειν, ἀλλ'
51.1.38
ἀναχωρεῖν δεῖ ἀπὸ τῶν γενητῶν, καὶ ἀποτιθέντας κάτω που τὰς ἀνθρωπίνας
51.1.39
εἰκόνας καὶ πάσας ἁπλῶς τὰς αἰσθήσεις ἀνιέναι ἐπὶ τὸν πατέρα, μὴ λάθωμεν
51.1.40
ἀφαιροῦντες τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς καὶ προστιθέντες τοῖς ἑαυτοῦ κτίσμασι.

Intertext edge

Open linked passage

Note