Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
53.1.1
Ἔστι μὲν οὖν ἱκανὰ καὶ ταῦτα πεῖσαι ὑμᾶς μὴ κατηγορεῖν τῶν
53.1.2
εἰρηκότων ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί, καὶ αὐτὴν δὲ ὅμως τὴν τοῦ ὁμοουσίου
53.1.3
λέξιν καθ' ἑαυτὴν ἐξετάσω μεν ἵνα γνῶμεν, εἰ χρὴ λέγειν ὅλως ὁμοούσιον καὶ εἰ
53.1.4
κυρία λέξις ἐστὶ καὶ ἁρμοζόντως ἐστὶν 53. 2 αὕτη ἐπὶ υἱοῦ λεγομένη. οἴδατε γὰρ καὶ
53.1.5
ὑμεῖς καὶ οὐδ' ἄν τις ἀμφιβάλλοι ὅτι τὸ ὅμοιον οὐκ ἐπὶ τῶν οὐσιῶν, ἀλλ' ἐπὶ
53.1.6
σχημάτων καὶ ποιοτήτων λέγεται ὅμοιον· ἐπὶ γὰρ τῶν 53. 3 οὐσιῶν οὐχ ὁμοιότης,
53.1.7
ἀλλὰ ταυτότης ἂν λεχθείη. ἄνθρωπος γοῦν ἀνθρώπῳ ὅμοιος λέγεται οὐ κατὰ τὴν
53.1.8
οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα καὶ τὸν χαρακτῆρα· τῇ γὰρ οὐσίᾳ ὁμοφυεῖς εἰσι. καὶ
53.1.9
πάλιν ἄνθρωπος κυνὶ οὐκ ἀνόμοιος λέγεται, ἀλλ' ἑτεροφυής· οὐκοῦν τὸ μὲν
53.1.10
ὁμοφυὲς καὶ ὁμοούσιον, τὸ δὲ ἑτεροφυὲς καὶ ἑτεροούσιον. διὸ καὶ ὁ λέγων ὅμοιον
53.1.11
κατ' οὐσίαν ἐκ μετουσίας τοῦτο λέγει ὅμοιον. τὸ γὰρ ὅμοιον ποιότης ἐστίν, ἥτις τῇ
53.1.12
οὐσίᾳ προσγένοιτ' ἄν. τοῦτο δὲ τῶν ποιημάτων ἴδιον ἂν εἴη· ταῦτα γὰρ ἐκ μετοχῆς
53.1.13
ὁμοιοῦται τῷ θεῷ. «ὅταν γάρ», φησί, «φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα» ὅμοιοι
53.1.14
δηλονότι οὐ τῇ 53. 4 οὐσίᾳ, ἀλλὰ τῇ υἱότητι, ἧς μεταλαμβάνομεν παρ' αὐτοῦ. εἰ μὲν
53.1.15
οὖν καὶ τὸν υἱὸν ἐκ μετουσίας λέγετε, λεγέσθω μὲν παρ' ὑμῶν ὁμοιοούσιος. οὐκ ἔστι
53.1.16
μέντοι λεγόμενος οὕτως ἀληθείᾳ οὐδὲ ὅλως φῶς οὐδὲ φύσει θεός. τὰ γὰρ ἐκ
53.1.17
μετουσίας οὐκ ἀληθείᾳ, ἀλλ' ὁμοιώσει τῆς ἀληθείας λέγεται ὅμοια, ὥστε καὶ
53.1.18
μεταπίπτειν καὶ ἀφαιρεῖσθαι δύνασθαι ἀπὸ τῶν μετ 53. 5 εχόντων τὴν μετάληψιν.
53.1.19
τοῦτο δὲ πάλιν ἴδιον τῶν κτισμάτων καὶ ποιημάτων ἐστίν. οὐκ οῦν εἰ τοῦτο ἄτοπον,
53.1.20
οὐκ ἂν εἴη ἐκ μετουσίας, ἀλλὰ φύσει καὶ ἀληθείᾳ υἱός, φῶς, σοφία, θεός. φύσει δὲ ὢν
53.1.21
καὶ οὐ μετοχῇ οὐκ ἂν κυρίως λεχθείη ὁμοιοούσιος, ἀλλ' ὁμοούσιος. ὃ δὲ μηδὲ ἐπ'
53.1.22
ἄλλων ἄν τις εἴποι· ἐδείχθη γὰρ τὸ ὅμοιον μὴ ἐπὶ τῶν οὐσιῶν λεγόμενον· πῶς οὐκ
53.1.23
ἀνόητον μὲν ἢ τάχα καὶ χαλεπὸν τοῦτο προφέρειν ἐπὶ υἱοῦ καὶ μὴ μᾶλλον τὸ
53.1.24
ὁμοούσιον ;

Intertext edge

Open linked passage

Note