Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Πάντων προσδοκώντων εἰς ἓν συνέρχεσθαι, οὓς ἐκάλει τὰ παρὰ βασιλέως
8.1.2
γράμματα, καὶ μίαν γίνεσθαι τὴν σύνοδον, ἐπειδὴ διῃρέθησαν, καὶ οἱ μὲν εἰς
8.1.3
Σελεύκειαν τὴν λεγομένην Τραχεῖαν κατῆλθον, οἱ δὲ ἐν τῇ Ἀριμίνῳ συνῆλθον. ἦσαν
8.1.4
δὲ οἱ ἐν αὐτῇ ἐπίσκοποι υʹ καὶ πλέον· εἰς ταύτην ἀνῆλθον καὶ Γερμίνιος καὶ
8.1.5
Αὐξέντιος καὶ Οὐάλης 8. 2 καὶ Οὐρσάκιος Δημόφιλός τε καὶ Γάιος. ἀλλὰ τῶν
8.1.6
ἐπισκόπων πάντων διαλεγο μένων ἀπὸ τῶν θείων γραφῶν οὗτοι χάρτην
8.1.7
ἐπεδείκνυον καὶ τὴν ὑπατείαν ἀναγινώσ κοντες ἠξίουν ταῦτα προκρίνεσθαι πάσης
8.1.8
συνόδου καὶ τούτων μηδὲν πλέον ζητεῖν παρὰ τῶν αἱρετικῶν μηδὲ ἐρευνᾶσθαι τὴν
8.1.9
ἐκείνων διάνοιαν, ἀλλ' ἀρκεῖσθαι τούτοις μόνοις. καὶ ἔστι τὰ γραφέντα παρ' αὐτῶν
8.1.10
ταῦτα· 8. 3 Ἐξετέθη ἡ πίστις ἡ καθολικὴ ἐπὶ παρουσίᾳ τοῦ δεσπότου ἡμῶν τοῦ
8.1.11
εὐσεβεστάτου καὶ καλλινίκου βασιλέως Κωνσταντίου Αὐγούστου τοῦ αἰωνίου
8.1.12
Σεβαστοῦ ὑπατείᾳ Φλαυίων Εὐσεβίου καὶ Ὑπατίου τῶν λαμπροτάτων ἐν Σιρμίῳ τῇ
8.1.13
πρὸ ιαʹ καλανδῶν Ἰουνίων. 8. 4 Πιστεύομεν εἰς ἕνα τὸν μόνον καὶ ἀληθινὸν θεὸν
8.1.14
πατέρα παντοκράτορα καὶ κτίστην καὶ δημιουργὸν τῶν πάντων, καὶ εἰς ἕνα
8.1.15
μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ πάσης ἀρχῆς καὶ πρὸ
8.1.16
παντὸς ἐπινοουμένου χρόνου καὶ πρὸ πάσης καταληπτῆς οὐσίας γεγεννημένον
8.1.17
ἀπαθῶς ἐκ τοῦ θεοῦ, δι' οὗ οἵ τε αἰῶνες κατηρτίσθησαν καὶ τὰ πάντα ἐγένετο,
8.1.18
γεγεννημένον δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ πατρός, θεὸν ἐκ θεοῦ, ὅμοιον τῷ
8.1.19
γεννήσαντι αὐτὸν πατρὶ κατὰ τὰς γραφάς, οὗ τὴν γένεσιν οὐδεὶς 8. 5 ἐπίσταται εἰ μὴ
8.1.20
μόνος ὁ γεννήσας αὐτὸν πατήρ. τοῦτον ἴσμεν τοῦ θεοῦ μονογενῆ υἱόν, νεύματι
8.1.21
πατρικῷ παραγενόμενον ἐκ τῶν οὐρανῶν εἰς ἀθέτησιν ἁμαρτίας καὶ γεν νηθέντα ἐκ
8.1.22
Μαρίας τῆς παρθένου καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν καὶ πᾶσαν τὴν
8.1.23
οἰκονομίαν πληρώσαντα κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα καὶ
8.1.24
ἀποθανόντα καὶ εἰς τὰ καταχθόνια κατελθόντα καὶ τὰ ἐκεῖσε οἰκονομήσαντα, ὃν
8.1.25
«πυλωροὶ ᾅδου ἰδόντες» ἔφριξαν καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ
8.1.26
ἀναστραφέντα μετὰ τῶν μαθητῶν καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα καὶ
8.1.27
πεντήκοντα ἡμερῶν πληρου μένων ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς καὶ
8.1.28
καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρὸς καὶ ἐλευ σόμενον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς
8.1.29
ἀναστάσεως τῇ δόξῃ τῇ πατρικῇ ἀποδιδόντα ἑκάστῳ 8. 6 κατὰ τὰ ἔργα αὐτοῦ. καὶ εἰς
8.1.30
τὸ ἅγιον πνεῦμα, ὃ αὐτὸς ὁ μονογενὴς ἐπηγγείλατο πέμψαι τῷ γένει τῶν ἀνθρώπων,
8.1.31
τὸν παράκλητον, κατὰ τὸ γεγραμμένον· «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ
8.1.32
παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν τὸ πνεῦμα τῆς
8.1.33
ἀληθείας, ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ διδάξει καὶ ὑπομνήσει ὑμᾶς 8. 7 πάντα».
8.1.34
τὸ δὲ ὄνομα τῆς οὐσίας διὰ τὸ ἁπλούστερον παρὰ τῶν πατέρων τεθεῖσθαι,
8.1.35
ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν σκάνδαλον φέρειν, διὰ τὸ μήτε τὰς γραφὰς τοῦτο
8.1.36
περιέ χειν ἤρεσε τοῦτο περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ἐπὶ
8.1.37
θεοῦ εἶναι τοῦ λοιποῦ διὰ τὸ τὰς θείας γραφὰς μηδαμοῦ περὶ πατρὸς καὶ υἱοῦ οὐσίας
8.1.38
μεμνῆσθαι. ὅμοιον δὲ λέγομεν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὡς καὶ αἱ ἅγιαι γραφαὶ
8.1.39
λέγουσί τε καὶ διδάσκουσι.

Intertext edge

Open linked passage

Note