De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Καὶ ὅταν καθεσθῇς ἐπὶ τῆς τραπέζης καὶ ἔρχῃ κλᾶσαι τὸν ἄρτον, σφραγίσασα αὐτὸν τρίτον, οὕτως εὐχαριστοῦσα λέγε· εὐχαριστοῦμέν σοι πάτερ ἡμῶν ὑπὲρ τῆς ἁγίας ἀναστάσεώς σου· διὰ γὰρ Ἰησοῦ τοῦ παιδός σου ἐγνώρισας ἡμῖν αὐτήν· καὶ καθὼς ὁ ἄρτος οὗτος ἐσκορπισμένος ὑπάρχει ὁ ἐπάνω ταύτης τῆς τραπέζης καὶ συναχθεὶς ἐγένετο ἕν, οὕτως ἐπισυναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν βασιλείαν σου, ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Ἐὰν δὲ συμπαρῶσι μετὰ σοῦ δύο ἢ τρεῖς παρθένοι εὐχαρισ τήτωσαν ἐπὶ τὸν προκείμενον ἄρτον καὶ συνευχέσθωσαν. ἐὰν δὲ εὑρεθῇ κατηχουμένη ἐν τῇ τραπέζῃ, μὴ συνευχέσθω μετὰ τῶν πιστῶν, οὐδὲ μὴ καθίσῃς φαγεῖν τὸν ἄρτον σου μετ' αὐτῆς οὐδὲ πάλιν καθίσεις φαγεῖν τὸν ψωμόν σου μετὰ γυναικῶν ἀμελεστέρων καὶ γελοιαστριῶν ἄνευ ἀνάγκης· σὺ γὰρ ἁγία εἶ κυρίῳ τῷ Θεῷ, καὶ τὸ βρῶμά σου καὶ τὸ πόμα σου ἡγιασ μένον ἐστί· διὰ γὰρ τῶν προσευχῶν καὶ τῶν ἁγίων ῥημάτων ἁγιάζεται. παρθένοι εὐλαβεῖς καὶ θεοσεβεῖς συμφάγονταί σοι· οὐ συνδειπνήσεις μετὰ γυναικῶν ὑπερηφάνων, οὐδ' οὐ μὴ κτήσῃ φίλην γυναῖκα ἀλαζόνα. λέγει γὰρ ἡ θεία γραφή· «ὁ ἁπτόμενος πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερη φάνῳ ὁμοιωθήσεται αὐτῷ.» καθεζομένης πλουσίας μετά σου ἐπὶ τῆς τραπέζης, ἐὰν ἴδῃς γυναῖκα πενιχρὰν, καλέσεις αὐτὴν εἰς τὸ φαγεῖν καὶ οὐκ αἰσχυνθήσῃ εἰς τὴν πλουσίαν. μὴ ἀγαπήσῃς τὴν δόξαν τῶν ἀνθρώπων ὑπὲρ τὴν δόξαν τοῦ Θεοῦ· ὁ γὰρ Θεὸς τῶν πτωχῶν καὶ τῶν ἐξουδενωμένων ἐστί. μακαρία ψυχὴ ἡ φυλάσσουσα ταῦτα.