De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Οὐκ ἀγαθὸν νεωτέραν συναναστρέφεσθαι μετὰ νεω τέρας· εἰ δὲ μή γε, οὐδὲν καλὸν πράττουσι· μία γὰρ τῆς μιᾶς παρακούει καὶ μία τῆς μιᾶς καταφρονεῖ. ἀλλὰ ὑπὸ πρεσβύτιδα εἶναι ἀγαθόν. ἡ γὰρ πρεσβύτις οὐ συγκαταβαίνει τοῖς θελή μασι τῆς νεωτέρας. οὐαὶ παρθένῳ τῇ μὴ οὔσῃ ὑπὸ κακόνα. ἔστι γὰρ ὡς πλοῖον τὸν κυβερνῶντα μὴ ἔχον. κεκλασμένων γὰρ τῶν αὐχένων μὴ ἔχον τὸν ὁδηγὸν ῥίπτεται ὑπὸ τῶν κυμάτων ὧδε κἀκεῖσε, ἕως προσκρούει πρὸς πέτραν καὶ εὐθὺς ἀπόλλυται· οὕτως ἐστὶ πᾶσα παρθένος μὴ ἔχουσα, ὃν φοβεῖται. μακαρία παρθένος ἡ οὖσα ὑπὸ κακόνα· ἔσται γὰρ ὡς ἄμπε λος ἐν παραδείσῳ καρποφόρος· καὶ ἐλθὼν ὁ γεωργὸς αὐτῆς διακαθαίρει τὰ κλήματα αὐτῆς καὶ ποτίζει καὶ κνίζει τὰς σαπρὰς βοτάνας τὰς κύκλῳ αὐτῆς. ἐκείνη δὲ ἔχουσα τὸν πο νοῦντα ἀποδίδωσι τίμιον τὸν καρπὸν αὐτῆς ἐν καιρῷ εὐθέτῳ. φύλασσε δὲ καὶ ποίει τὰς δοξολογίας τὰς ἐπὶ τῆς τραπέζης, καὶ ἔσται σοι τὸ βρῶμα καὶ τὸ πόμα ἡγιασμένον· ὅταν οὖν ἀναστῇς ἐκ τῆς τραπέζης, πάλιν εὐχαριστοῦσα λέγε ἐπὶ τρίς· «ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος, τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». καὶ μετὰ τὴν δοξολογίαν πάλιν τὴν εὐχὴν πλήρωσον λέγουσα οὕτως· «Ὁ Θεὸς ὁ παντοκράτωρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, εὐχα ριστοῦμέν σοι καὶ αἰνοῦμέν σε, ὅτι κατηξίωσας ἡμᾶς μετα λαβεῖν τῶν ἀγαθῶν τῶν σῶν, τῶν σαρκικῶν τροφῶν. δεό μεθα καὶ παρακαλοῦμέν σε, κύριε, ἵνα καὶ τὰς ἐπουρανίους τροφὰς ἡμῖν δωρήσῃ· καὶ δὸς ἡμῖν τρέμειν καὶ φοβεῖσθαι τὸ φρικτὸν καὶ ἔντιμον ὄνομά σου, καὶ μὴ παρακούειν τῶν ἐντολῶν σου· τὸν νόμον σου καὶ τὰ δικαιώματά σου ἐγκατά θου ἐν ταῖς καρδίαις ἡμῶν, ἁγίασον δὲ ἡμῶν τὸ πνεῦμα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα διὰ τοῦ ἠγαπημένου σου παιδός, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ σοι δόξα, τιμή, κρά τος εἰς τοὺς αἰῶμας τῶν αἰώνων, ἀμήν.»