Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Εἰσὶ γὰρ πλείονες τῶν κοσμικῶν, οἵτινές εἰσιν ἀνόη τοι καὶ ὡς τὰ ἄλογα ζῶα τρεφόμενοι, ἀνιστάμενοι πρωῒ καὶ ζητοῦντες, τίνα πλεονεκτήσουσι, τίνα καταδυναστεύσουσιν, ἵνα ἐμπλήσωσι τὴν αἰσχρὰν αὐτῶν γαστέρα· οὗτοι οὐκ οἴδασι τὸν Θεὸν δοξάζειν ἐπὶ τῆς τραπέζης. ἐπὶ τούτων εἶπεν ὁ θεσπέ σιος Παῦλος· «οὗτοί εἰσιν οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες· ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.» οὗτοι χείρονες καὶ τῶν θηρίων καὶ τῶν κτηνῶν εἰσι· τὰ γὰρ κτήνη καὶ τὰ θηρία οἴδασι τὸν ποιήσαντα αὐτοὺς Θεὸν, καὶ εὐλογοῦσιν αὐτόν· οἱ δὲ ἄνθρωποι, οἱ ὑπὸ τῶν χειρῶν αὐτοῦ πλασθέντες καὶ εἰκόνα αὐτοῦ φοροῦντες, οὐκ οἴδασι τὸν ποιήσαντα αὐτούς· ἀλλ' ὁμολογοῦσιν αὐτὸν μὲν ἐν τῷ στόματι αὐτῶν, τοῖς δὲ ἔργοις ἀρνοῦνται αὐτόν· «σὺ πιστεύεις ὅτι ἔστι Θεός; καλῶς ποιεῖς, καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίττου σιν· ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι.» τί γὰρ ὠφελεῖται ἄνθρωπος ὁμολογῶν, ὅτι ἔνι Θεὸς, τοῖς δὲ ἔργοις αὐτοῦ τοῖς πονηροῖς ἀρνεῖται αὐτόν; πῶς ὁμολογεῖ δεσπότην ἔχειν, μὴ δουλεύων αὐτῷ; διὰ τοῦτο γὰρ ἀκούει τοῦ κυρίου αὐτοῦ καὶ οἱ δοῦλοι οἴδασι τοὺς ἀγοράσαντας αὐτοὺς καὶ τιμῶσιν αὐτοὺς, καὶ ἡμεῖς ὀφείλομεν τιμᾶν αὐτὸν, οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἔργῳ· αὐτὸς γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ εὐαγγελίῳ ἐμαρτύρησε λέγων· «οὐ πᾶς ὁ λέ γων μοι κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» καὶ πάλιν· «οὐ μὴ λήψῃ τὸ ὄνομα κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ.» καὶ πάλιν προσέ ταξεν ἡμῖν λέγων· «ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.» θέλεις δὲ γνῶναι, ὅτι τὰ θηρία καὶ τὰ κτήνη οἴδασι τὸν Θεὸν, καὶ εὐλογοῦσιν αὐτόν; ἄκουε τοῦ ἁγίου πνεύματος προστάττοντος αὐτοῖς ἐν ὕμνοις· «εὐλογεῖτε τὰ θηρία καὶ πάντα τὰ κτήνη τὸν κύριον·» εἰ μὴ εὐλόγουν, οὐκ ἂν αὐτοῖς προσέταττεν. οὐκ αὐτὰ δὲ μόνον εὐλογοῦσι τὸν Θεὸν, ἀλλὰ καὶ πᾶσα ἡ κτίσις ἡ φαινομένη καὶ ὁρωμένη τὰ ἀμφότερα αὐτὸν ἀκαταπαύστως ὁμολογεῖ.

Intertext edge

Open linked passage

Note