Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1
Καὶ σὺ οὖν δούλη τοῦ Θεοῦ, εἴτε ἐγείρῃ, εἴτε καθέζῃ, εἴτε ἔργον τι ποιεῖς, εἴτε ἐσθίεις, εἴτε ἐπὶ τῆς κοίτης σου ἔρχῃ πρὸς ὕπνον, εἴτε ἀνισταμένη, μὴ ἀποστήτω ὁ ὕμνος τοῦ Θεοῦ ἀπὸ τῶν χειλέων σου. μακάρια τὰ ὦτα τὰ δεχόμενα τοὺς λόγους τούτους. ἐὰν δὲ εἰσέλθῃ ἡ δωδεκάτη ὥρα, μει ζοτέραν καὶ μακροτέραν ἐπιτελέσεις τὴν σύναξιν μετὰ τῶν ὁμοψύχων σου παρθένων· ἐὰν δὲ μὴ ἔχῃς ὁμόψυχον, μόνη ἐπιτέλει τοῦ Θεοῦ συνόντος καὶ ἀκούοντος. καλὸν τὸ ἐκχέειν δάκρυον ἐνώπιον τοῦ Θεοῦ. μνημόνευε τὴν δωδεκάτην ὥραν, ὅτι ἐν αὐτῇ καταβέβηκεν ὁ κύριος ἡμῶν εἰς τὸν ᾅδην· καὶ ἰδὼν αὐτὸν ἔφριξε καὶ ἐξέστη λέγων· τίς ἐστιν οὗτος, ὁ ἐν ἐξουσίᾳ καὶ μεγάλῃ δυνάμει κατελθών; τίς οὗτος ὁ τὰς πύλας τοῦ ᾅδου τὰς χαλκὰς συντρίβων καὶ τοὺς μοχλοὺς τοὺς ἀδαμαντίνους συνθλάσας; τίς οὗτος ὁ ἐξ οὐρανῶν κατελθὼν καὶ σταυρωθεὶς καὶ ὑπ' ἐμοῦ τοῦ θανάτου μὴ κρα τούμενος; τίς οὗτος ὁ λύων τὰ δεσμὰ τῶν ὑπ' ἐμοῦ κρατου μένων; τίς οὗτος ὁ τῷ ἰδίῳ θανάτῳ ἐμὲ τὸν θάνατον καταλύων;

Intertext edge

Open linked passage

Note