Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Διὰ τοῦτο ὀφείλομεν ἑαυτοῖς προσέχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ ἐν δάκρυσιν ἐν νυκτὶ παρακαλεῖν τὸν κύριον· μεγάλη γὰρ ἀρετή ἐστι τὸ δάκρυον, μέγα κατόρθωμα, μεγάλαι ἁμαρτίαι καὶ ἀνομίαι διὰ δακρύων ἀπαλείφονται, μαρτυρεῖ δέ μοι τὸ ἅγιον εὐαγγέλιον· ὅτε γὰρ ὁ σωτὴρ παρεδόθη τοῖς Ἰουδαίοις, ὁ Πέτρος μεθ' ὅρκου τρίτον αὐτὸν ἠρνήσατο πρὶν ἀλέκτορα φωνῆσαι. ὁ δὲ κύριος στραφεὶς ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπε μνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ κυρίου, ὡς εἶπεν αὐτῷ· «πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.» ὁρᾷς τὸ φάρμακον τῶν δακρύων, ἐθεάσω οἵαν ἀνομίαν ἐξήλειψε. τί γὰρ χεῖρον τοῦ κακοῦ τούτου, ὅτι τρίτον μεθ' ὅρκου τὸν δεσπότην ἑαυτοῦ ἠρνήσατο, καὶ τὴν τηλικαύτην ἀνομίαν διὰ δακρύων ἐξήλειψεν. ὁρᾷς ἡλίκην δύναμιν ἔχουσι τὰ δάκρυα. ἐκεῖνα γὰρ ἐγράφη εἰς τὴν ἡμετέραν νουθεσίαν, ἵνα ἡμεῖς ἐπακολουθήσαντες ζωὴν αἰώνιον κληρονομήσωμεν. οὐχ οἱ πολλοὶ ἔχουσι τὸ χάρισμα τῶν δακρύων, ἀλλ' ὅσοι τὸν νοῦν ἔχουσιν ἄνω, ὅσοι τῶν γηΐνων ἐπιλανθάνονται, ὅσοι τῆς σαρκὸς πρόνοιαν οὐ ποιοῦσιν, οἵτινες οὐκ ἐπίστανται ὅλως, εἰ ἔνι κόσμος, οἵτινες ἐνέκρωσαν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· τούτοις μόνοις δίδοται πένθος δακρύων. κα θαρὸν γὰρ ἔχοντες τὸν νοῦν καὶ ὀξύδορκον τὸ βλέμμα τῆς διανοίας ἔτι ὄντες ἐπὶ τῆς γῆς βλέπουσι τὰς κολάσεις τὰς ἐν τῷ ᾅδῃ καὶ τὰς βασάνους τὰς αἰωνίους, ἐν αἷς οἱ ἁμαρτωλοὶ κολάζονται καὶ τὸ πῦρ τὸ αἰώνιον καὶ τὸ σκότος τὸ ἐξώτερον, ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. βλέπουσι δὲ καὶ τὰ ἐπουράνια χαρίσματα, ἃ ἐχαρίσατο ὁ Θεὸς τοῖς ἁγίοις καὶ τὰς δόξας καὶ τοὺς στεφάνους καὶ τὰς στολὰς τὰς ἁγίας καὶ τὰ βασιλικὰ ἐνδύματα καὶ τὰ φωτεινὰ ταμιεῖα καὶ τὰς τρυφὰς τὰς ἀνεκδιηγήτους καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ τί ἔτι λέγω; καὶ τὸ μεῖζον πάντων θαῦμα, ὅτι ὁ ἔχων καθαρὸν τὸν νοῦν καὶ αὐτὸν τὸν Θεὸν ἐν τοῖς ἔνδον ὀφθαλμοῖς καθορᾷ. πῶς οὖν οὐ θέλεις κλαῦσαι καὶ πενθῆσαι ὁ ταῦτα βλέπων; κλαίει μὲν γὰρ καὶ ὀδύρεται, ὅπως ῥυσθῇ ἀπὸ τῶν δεινῶν κολάσεων· καὶ πάλιν κλαίει καὶ ἀξιοῖ δεόμενος, ὅπως ἀξιωθῇ τῶν ἐπου ρανίων ἐκείνων ἀγαθῶν.

Intertext edge

Open linked passage

Note