De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Τὴν δὲ ἀγάπην φυλάξωμεν τὴν πάντων μείζονα. «ἀγαπήσεις κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου, ὡς ἑαυτόν· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται·» ὁ Θεὸς ἀγάπη ἐστὶ καὶ αὐτὸς πρῶτος ἠγάπησε τὸν ἄνθρωπον, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν, ἵνα ἡμᾶς λυτρώσηται ἀπὸ πάσης ἀνομίας. εἰ οὖν αὐτὸς ὁ κύριος ἡμῶν ἀπέθανεν ὑπὲρ ἡμῶν. καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς ἡμῶν θεῖναι. ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ ἔχων τὴν ἀγάπην τὸν Θεὸν ἔχει. αὐτὸς γὰρ εἴρηκεν· ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους·» ὅσον γὰρ ἐὰν κοπιάσῃ ἄνθρωπος καὶ μὴ ἔχῃ τὴν ἀγάπην εἰς τὸν πλησίον, εἰς μάτην ἐκοπίασεν. οὕτως δὲ δείξεις τὴν ἀγάπην εἰς τὸν πλησίον, οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἔργῳ. οὐ κρατήσεις κακίαν τινὸς εἰς τὴν καρδίαν σου· εἰ δὲ μή γε, οὐκ ἀνέρχεται ἡ εὐχή σου καθαρά· «οὐκ ἐπιδύσεται γὰρ ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν·» πραότητα ἔχε, ὑπομονὴν ἔχε, μακροθυμίαν, νηπιότητα. λέγει γὰρ ὁ κύριος· «ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.»