De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Ἐν ἐκκλησίᾳ σιώπα, καὶ μηδὲν λάλει, ἀλλὰ τῇ ἀναγνώσει μόνον πρόσεχε. ἐὰν ἐπαναβῇ εἰς τὴν καρδίαν σου λογισμός, ἵνα ποιήσῃς πρᾶγμά τι, μὴ προπετῶς αὐτὸ ποίει, ἵνα μὴ ἐμπαίξῃ σοι ὁ ἐχθρός. μετὰ βουλῆς τῶν μειζοτέρων σου πάντα ποίει. ὅταν ψάλλῃς ἢ ὅταν προσεύχῃ, μὴ ἄφιε ξένους λογισμοὺς εἰσιέναι εἰς τὴν καρδίαν σου. παρακαλῶ σε, ἀγαπητὴ, πρόσεχε καὶ ἄκουε τῶν ἐντολῶν τούτων τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ· καὶ μὴ μόνον τοῖς ὀφθαλμοῖς τοῖς φαινομένοις κατανόει τὰ γεγραμμένα, ἀλλὰ καὶ τοῖς ἔνδοθεν. καὶ πρόσεχε μιᾷ ἑκάστῃ ἐντολῇ, καὶ ποίει αὐτήν. ἐὰν γὰρ φυλάξῃς ταῦτα, καταξιωθήσῃ τοῦ νυμφῶνος τοῦ βασιλικοῦ· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ὅτι, πῶς δύναμαι ποιῆσαι ταῦτα; μὴ δειλίαν λάβῃ ὁ λογισμός σου· ἀλλὰ μετὰ πάσης προθυμίας φυλάξῃς αὐτάς· τοῖς φοβουμένοις γὰρ τὸν Θεὸν αἱ ἐντολαὶ τοῦ Θεοῦ οὐκ εἰσὶ βαρεῖαι. πάσῃ ὥρᾳ μὴ λειψάτω ἔλαιον τῇ λαμπάδι σου, μή ποτε ἔλθῃ ὁ νυμφίος καὶ εὕρῃ αὐτὴν σβεσθεῖσαν. οὐκ οἶδας γὰρ πότε ἔρχεται ἢ πρωτοΰπνιον ἢ πρωΐ. γενοῦ οὖν ἕτοιμος· ἵνα, ὅταν ἔλθῃ, μετὰ τῶν φρονίμων ἀπαντήσῃς αὐτῷ ἔχουσα τὸ ἔλαιον ἐν τῇ λαμπάδι σου, του τέστι τὰ ἔργα σου τὰ καλά. πᾶσαν ὥραν μνημόνευε τῆς ἐξόδου σου· ἔχε καθ' ἡμέραν πρὸ ὀφθαλμῶν τὸν θάνατον· μνημόνευε τίνι σε δεῖ παραστῆναι.