De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Ὅθεν ὁ σωθῆναι θέλων ποιεῖ ἑαυτὸν μωρὸν ἐν τῷ κόσμῳ τούτῳ, ἵνα παρὰ τῷ Θεῷ ἀκούσῃ σοφός. οἱ γὰρ ἄνθρω ποι τοὺς εἰδότας δοῦναι καὶ λαβεῖν καὶ ἀγοράζειν καὶ πωλεῖν, καὶ πραγματεύεσθαι καὶ ἀφυστερεῖν τὰ τοῦ πλησίου καὶ πλεο νεκτεῖν καὶ δανείζειν καὶ τὸν ἕνα ὀβολὸν ποιεῖν δύο, τούτους φρονίμους ἀποκαλοῦσιν· ὁ δὲ Θεὸς μωροὺς καὶ ἀσυνέτους καὶ ἁμαρτωλοὺς τοὺς τοιούτους καλεῖ. Ἄκουε γὰρ, φησὶ, τί αὐτὸς ὁ Θεὸς διὰ Ἱερεμίου τοῦ προ φήτου εἴρηκεν· «ὁ λαὸς οὗτος υἱοὶ ἄφρονές εἰσι τοῦ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἐπέγνωσαν.» καὶ ὁ μακάριος Παῦλος· «ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι· καὶ ὁ θέλων σοφὸς γενέσθαι μωρὸς γενέσθω, ἵνα γένηται σοφός.» καὶ πάλιν ὁ αὐτὸς λέγει· «ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε.» ὁ γὰρ Θεὸς εἰς τὰ γήϊνα θέλει μωροὺς εἶναι, εἰς δὲ τὰ ἐπουράνια φρονίμους· καὶ γὰρ αὐτὸς ὁ ἀντίδικος ἡμῶν διάβολος φρόνιμός ἐστι τῇ κακίᾳ, καὶ ἡμᾶς δεῖ αὐτῷ φρονίμως ἔρχεσθαι πρὸς τὸ νικῆσαι αὐτοῦ τὰς κακοτέχνους ἐπιβουλάς. λέγει γὰρ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις· «γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» ὁ δὲ καλούμενος παρ' αὐτῷ φρόνιμος, οὗτός ἐστι σοφιζόμενος ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ, καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ.