Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Ἀγαπήσωμεν σφόδρα τὴν νηστείαν· μέγα γὰρ φυλακτή ριόν ἐστιν ἡ νηστεία καὶ ἡ προσευχὴ καὶ ἡ ἐλεημοσύνη· ἐκ θανάτου γὰρ ῥύονται τὸν ἄνθρωπον. ὥσπερ γὰρ διὰ βρώματος καὶ παρακοῆς ἐξεβλήθη ὁ Ἀδὰμ ἐκ τοῦ παραδείσου, οὕτως πά λιν διὰ νηστείας καὶ ὑπακοῆς ὁ θέλων εἰσέρχεται εἰς τὸν παρά δεισον. ἐν ταύτῃ τῇ ἀρετῇ κόσμησόν σου τὸ σῶμα, ὦ παρθένε, καὶ ἀρέσεις τῷ ἐπουρανίῳ νυμφίῳ· αἱ γὰρ τῷ κόσμῳ συναπτόμεναι καὶ μύροις καὶ θυμιάμασι καὶ εὐωδίαις καὶ ἐν ἱματίοις πολυτελέσι καὶ χρυσῷ καλλωπίζουσαι τὰ σώματα ἑαυτῶν πρὸς τὸ ἀρέσαι τοῖς ἀνθρώποις Θεῷ ἀρέσαι οὐ δύνανται. ὁ δὲ Χριστὸς οὐδὲν τούτων χρῄζει παρὰ σοῦ, εἰ μὴ μόνον καρδίαν κα θαρὰν καὶ σῶμα ἀμόλυντον ὑπωπιαζόμενον ὑπὸ νηστείας. ἐὰν δὲ ἔρχωνταί τινες καὶ λέγωσί σοι, ὅτι μὴ νήστευε πυκνά, εἰ δὲ μή γε, ἀσθενεστέρα γενήσῃ· οὐ πιστεύσεις αὐτοῖς οὐδ' οὐ μὴ ὑπακούσεις αὐτοῖς· ὁ γὰρ ἐχθρὸς αὐτοὺς ὑποβάλλει. μνήσθητι τὸ γεγραμμένον, ὁπότε οἱ τρεῖς παῖδες καὶ Δανιὴλ ᾐχμαλωτεύθησαν ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ ἄλλα παιδάρια μετ' αὐτῶν, καὶ ἔταξεν αὐτοὺς ὁ βασιλεὺς ἐσθίειν ἀπὸ τῆς τρα πέζης αὐτοῦ καὶ πίνειν ἀπὸ τοῦ οἴνου αὐτοῦ· Δανιὴλ δὲ καὶ οἱ τρεῖς παῖδες οὐκ ἤθελον αὐτοὶ ἀλισγηθῆναι ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως, ἀλλὰ λέγουσι τῷ εὐνούχῳ τῷ παραλαβόντι αὐτούς· «δὸς ἡμῖν ἀπὸ τῶν σπερμάτων τῆς γῆς, καὶ φαγόμεθα.» Καὶ λέγει αὐτοῖς ὁ εὐνοῦχος· φοβοῦμαι ἐγὼ τὴν βρῶ σιν ὑμῶν καὶ τὴν πόσιν, μήποτε ὀφθῶσι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ ἐνώπιον τοῦ βασιλέως παρὰ πάντα τὰ παιδάρια τὰ ἐσθίοντα ἐκ τῆς τραπέζης τοῦ βασιλέως καὶ καταδικάσει με· εἶπον δὲ αὐτῷ πείρασον τοὺς δούλους σου ἡμέρας ὡσεὶ δέκα, καὶ δὸς ἡμῖν· καὶ ἔδωκεν αὐτοῖς ὄσπρια φαγεῖν καὶ ὕδωρ πιεῖν· καὶ εἰσήγαγεν αὐτοὺς ἐνώπιον τοῦ βασιλέως, καὶ ὤφθησαν αἱ ἰδέαι αὐτῶν ἐκλεκταὶ παρὰ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως.

Intertext edge

Open linked passage

Note