Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogus Athanasii et Zacchaei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ζακχαίος εἶπεν: Πλανᾶσθε οἱ Χριστιανοὶ πρῶτον ὅτι νομίζετε καὶ ἑτέρους θεοὺς εἶναι παρὰ τὸν ἕνα καὶ μόνον θεόν· τῆς γραφῆς πανταχοῦ λεγούσης, ἕνα εἶναι θεόν: ἄκουε φησὶν Ἰσραήλ. κύριος ὁ θεός σου εἷς ἐστίν· καὶ πάλιν· ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεός. καὶ πάλιν· ἄκουσον λαός μου καὶ λαλήσω σοι ἰσραὴλ καὶ διαμαρτυροῦμαί σοι· ἰσραήλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔστιν ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσῃς θεῷ ἀλλοτρίῳ. ἐγὼ γὰρ εἰμὶ κύριος ὁ θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς αἰγύπτου. καὶ ἄλλα μυρία ταῦτα· δεύτερον δὲ ὅτι καὶ θεὸν λέγετε τὸν χριστόν· καὶ παθητὸν αὐτὸν καὶ ἐκ γυναικός, ἀκούοντες οὐκ αἰσχύνεσθε:

Intertext edge

Open linked passage

Note