Dialogus Athanasii et Zacchaei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
ζακχαίος εἶπε: Καὶ πάντα ἐν σοφίᾳ ἐποίησε: ἀθανάσιος εἶπε: Δῆλον οὖν ὅτι αὐτῷ ἔλεγε, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν: ζακχαίος εἶπε: Τί οὖν, ἡ σοφία τοῦ θεοῦ χριστός ἐστιν; ἀθανάσιος εἶπεν: Μὴ σπεῦδε· ἀλλὰ μετὰ πραότητος καὶ φόβου, συνείδησιν ἔχοντος ἀγαθὴν ζητήσωμεν: ζακχαίος εἶπε: Πῶς ἔχεις δεῖξαι ὅτι ἡ σοφία ἐστὶν ὁ χριστός; ἀθανάσιος εἶπε: Συντίθεσαι ὅλως, ὅτι πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ θεός; ζακχαίος εἶπεν: Οὕτως γέγραπται: