Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Doctrina ad Antiochum ducem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Ἐλθὼν πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Ἀθανάσιον δούξ τις ὀνόματι
1.1.2
Ἀντίοχος ἐν δεινῇ ἀρρωστίᾳ κατ εχόμενος παρεκάλει εὔχεσθαι ὑπὲρ αὐτοῦ πρὸς τὸν
1.1.3
κύ ριον, μετανοῶν ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτοῦ. καὶ παρα καλέσαντος τοῦ ἐπισκόπου
1.1.4
τὸν φιλάνθρωπον θεὸν ὑγιὴς γέγονεν. καὶ δὴ ἔρχεται φέρων μεθ' ἑαυτοῦ τὰ ὑπάρ
1.1.5
χοντα αὐτοῦ καὶ τίθησιν παρὰ τοὺς πόδας τοῦ ἐπισκόπου, παρακαλῶν αὐτὸν
1.1.6
δοθῆναι αὐτὰ τοῖς πτωχοῖς, αὐτὸν δὲ λαβόντα τὸ ἅγιον σχῆμα παρὰ ἁγίου ἀν δρὸς
1.1.7
τὸν ἐνάρετον καὶ μονήρη βίον πολιτεύσασθαι· ὅπερ τῇ τοῦ θεοῦ χάριτι ἐποίησεν ὁ
1.1.8
ἐπίσκοπος. τότε λέγει τῷ ἐπισκόπῳ ὁ δοὺξ Ἀντίοχος" Ἔδει με ἀφ' οὗ ἐβαπτίσθην
1.1.9
φυλάξαι τὴν πίστιν καὶ μὴ μολῦναι τὸ βά πτισμα· ἀλλ' ἐπειδὴ ἡ ἀφροσύνη μεγάλα ἐν
1.1.10
ἐμοὶ εἰρ γάσατο ἀνομήματα, παρακαλῶ τὴν σὴν ἁγιωσύνην δι δάξαι με καὶ
1.1.11
κατηχῆσαι τίνων ἀπὸ τοῦ νῦν πραγμάτων καὶ ἔργων καὶ λογισμῶν ἐγκρατεύσομαι".
1.1.12
Τότε ὁ ἐπίσκοπος ποιήσας εὐχὴν καὶ καθίσας ἐδίδασκεν αὐτὸν ἐν πνεύματι ἁγίῳ
1.1.13
μίαν ἑκάστην ἐντο λὴν τῶν διδαγμάτων τοῦ Χριστοῦ πληρῶσαι. ἄρχεται οὖν λέγειν
1.1.14
αὐτῷ" Χρὴ τὸν ἐπὶ τὴν ἀκηλίδωτον ἀρετὴν ἐρχόμενον καὶ σεμνὸν βίον
1.1.15
πολιτευόμενον καὶ ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν μετανοοῦντα πρὸ πάντων πι
1.1.16
στεῦσαι εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε
1.1.17
πάντων καὶ ἀοράτων, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν
1.1.18
μονεγενῆ, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ τὰ ἑξῆς. εἷς θεὸς μόνος πάντα χωρῶν, μόνος
1.1.19
δὲ ἀχώρητος ὢν καὶ ὃς πάντα δύναται, ἀδυνατεῖ δὲ παρ' αὐτοῦ οὐδέν. ἐὰν οὖν ἐξ
1.1.20
ὅλης τῆς καρδίας σου πιστεύσῃς καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ φοβηθεὶς αὐτὸν
1.1.21
ἐγκρατεύσῃ ὧν λέγω σοι, καὶ εἰσακουσθήσεταί σου ἡ δέησις καὶ πιστεύσας λήψῃ παρ'
1.1.22
αὐτοῦ τὴν βοήθειαν καὶ νίκην σωτηρίας εἰς τοὺς αἰῶνας".
1.2.1
Καὶ ἀναστάντες ηὔξαντο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ" Ἁπλότητα ἔχε
1.2.2
καὶ ἄκακος γίνου, καὶ ἔσῃ ὡς τὰ νήπια μὴ γινώσκοντα πονηρίαν τὴν ἀπόλλουσαν τὸ
1.2.3
γένος τῶν ἀνθρώπων. καὶ πρῶτον μὲν μηδενὸς καταλάλει μηδὲ ἡδέως ἄκουε
1.2.4
καταλαλούντων· εἰ δὲ μὴ, καὶ σὺ ἀκούων ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλα
1.2.5
λοῦντος. πονηρὸν γὰρ πνεῦμά ἐστιν ἡ καταλαλιὰ καὶ ἀκατάστατον δαιμόνιον
1.2.6
μήποτε εἰρηνεῦον, ἀλλὰ πάντοτε ἐν διχοστασίαις κατοικοῦν. ἄπεχε οὖν ἀπ' αὐτοῦ,
1.2.7
καὶ εἰρήνην πάντοτε ἕξεις μετὰ πάντων, ἔνδυσαι δὲ τὴν ἁπλότητα καὶ τὴν
1.2.8
σεμνότητα, ἐν οἷς οὐδὲν πρόσκομμά ἐστιν πονηρὸν, ἀλλὰ πάντα ὁμαλὰ καὶ ἱλαρὰ,
1.2.9
καὶ ζήσῃ εἰς τοὺς αἰῶνας".
1.3.1
Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ" Ἄκουε καὶ ταύτην
1.3.2
τὴν τρίτην ἐντολήν· ἀλήθειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκ
1.3.3
πορευέσθω, ἵνα τὸ πνεῦμα τοῦ θεοῦ κατοικῇ ἐν σοί. οἱ γὰρ ψευδόμενοι ἀθετοῦσιν
1.3.4
τὸν κύριον. ἔλαβον γὰρ πνεῦμα ἀληθείας καὶ ἐγένοντο ἀλλότριοι τοῦ ἀληθινοῦ
1.3.5
πνεύματος. ὅρκον δὲ δικαίως ἀδίκως φεῦγε, καὶ ἡ ἀλήθεια εἰσάξει σε εἰς τὴν ζωὴν
1.3.6
τὴν αἰώνιον".
1.4.1
Καὶ ἀναστάντες ηὔξαντο, καὶ εὐξαμένων αὐτῶν καθεσθεὶς ὁ ἐπίσκοπος
1.4.2
λέγει αὐτῷ" Ἄκουε καὶ τῆς τετάρτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μὴ ἀνα
1.4.3
βαινέτω εἰς τὴν καρδίαν σου περὶ γυναικὸς ἀλλοτρίας ἢ περὶ πορνείας. εἰ δέ τις
1.4.4
ἐργάζεται τὸ ἔργον τοῦτο τὸ πονηρὸν, θάνατον ἑαυτῷ κατεργάζεται. βλέπε οὖν,
1.4.5
ἀπέχου ἀπὸ τῆς ἐνθυμήσεως ταύτης. ὅπου γὰρ σεμνό της καὶ ἁγνεία κατοικεῖ, ἐκεῖ
1.4.6
ἀνομία οὐκ ὀφείλει ἀνα βαίνειν· τοῦτο γὰρ κατορθοῦται διὰ πόνου εὐχῆς καὶ
1.4.7
ταπεινώσεως. καὶ τοῦτο ποιῶν ζήσῃ εἰς τοὺς αἰῶνας".
1.5.1
Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί σκοπος λέγει αὐτῷ" Ἄκουε
1.5.2
καὶ τῆς πέμπτης ἐντολῆς· μακρόθυμος γίνου καὶ συνετὸς, καὶ πάντων ἔργων πονη
1.5.3
ρῶν κατακυριεύσῃ. ἐὰν γὰρ καὶ μακρόθυμος ἔσῃ, τὸ πνεῦμα τὸ πανάγιον κατοικήσει
1.5.4
ἐν σοί. ἐν δὲ τῇ ὀξυ χολίᾳ ὁ διάβολος. οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ ἐν ᾧ κατοι κοῦσιν
1.5.5
ἀμφότερα. ἄκουε δὲ καὶ τὴν ἐνέργειαν τῆς ὀξυ χολίας πῶς πονηρά ἐστιν καὶ πλανᾷ
1.5.6
τοὺς δούλους τοῦ θεοῦ. οὐκ ἀποπλανᾷ δὲ τοὺς ὄντας πλήρεις ἐν πίστει, οὐδὲ ἐνεργεῖ
1.5.7
εἰς αὐτοὺς, ὅτι ἡ δύναμις τοῦ θεοῦ μετ' αὐτῶν ἐστιν, ἀποπλανᾷ δὲ τοὺς διψύχους.
1.5.8
ὅταν ἴδῃ τοὺς τοιούτους εὐσταθοῦντας, παραβάλλει ἑαυτὴν εἰς τὴν καρδίαν τοῦ
1.5.9
ἀνθρώπου, καὶ οὕτως κρίνεται ὁ ἄν θρωπος ἕνεκεν βιωτικῶν πραγμάτων. ταῦτα γὰρ
1.5.10
πάντα μωρά ἐστιν καὶ κενά. ἡ δὲ μακροθυμία εὐπρόσδεκτος καὶ ἰσχυρά.
1.5.11
ἀγαλλιωμένη καὶ ἀμέριμνος οὖσα δοξάζει τὸν κύριον ἐν παντὶ καιρῷ. τὸ τρυφερὸν
1.5.12
πνεῦμα. μὴ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος καὶ σκληρό τητος κατοικεῖν,
1.5.13
ὑποχωρεῖ ἀπὸ τοῦ τοιούτου καὶ ζητεῖ κατοικεῖν μετὰ πραΰτητος καὶ ἡσυχίας. ὅταν δὲ
1.5.14
ἀπο στῇ ἀπὸ τοῦ ἀνθρώπου οὗ κατοικεῖ, γίνεται ὁ ἄνθρω πος ἐκεῖνος κενὸς ἀπὸ τοῦ
1.5.15
πνεύματος τοῦ ἁγίου καὶ ὅλος ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως
1.5.16
οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις. ἄπεχε οὖν ἀπ' αὐτῆς, τοῦ πονηροτάτου δαίμονος,
1.5.17
ἔνδυσαι δὲ τὴν μακροθυμίαν καὶ τὴν ὑπομονὴν, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας".
1.6.1
Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί σκοπος λέγει αὐτῷ" Ἄκουε
1.6.2
καὶ τῆς ἕκτης ἐντολῆς· ἐνετειλάμην σοι ἐν τῇ πρώτῃ ἐντολῇ ἵνα φυλάξῃς τὴν πίστιν
1.6.3
καὶ τὸν φόβον καὶ τὴν ἐγκράτειαν". ἀπεκρίθη ὁ Ἀντίοχος" Ναὶ, κύριε, οὕτως ἐστίν".
1.6.4
ἀπεκρίθη ὁ ἐπίσκοπος" Ἀλλὰ νῦν θέλω σοι δηλῶσαι τὰς δυνάμεις αὐτῶν, ἵνα νοήσῃς
1.6.5
τὴν δύναμιν ἣν ἔχουσιν καὶ τὴν ἐνέργειαν. διπλαῖ γάρ εἰσιν. κεῖνται οὖν ἐπὶ δικαίου
1.6.6
καὶ ἀδίκου. σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳ μηδὲν πιστεύσῃς. δύο εἰσὶν
1.6.7
ἄγγελοι μετὰ τοῦ ἀνθρώ που, ὁ εἷς τῆς πονηρίας καὶ ὁ εἷς τῆς δικαιοσύνης. ὁ μὲν τῆς
1.6.8
δικαιοσύνης ἄγγελος τρυφερός ἐστιν καὶ αἰ σχυντηρὸς καὶ πρᾶος καὶ ἰσχυρός. ὅταν
1.6.9
οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δι καιοσύνης, περὶ
1.6.10
ἁγνείας, περὶ σεμνότητος καὶ περὶ παντὸς ἔργου ἀγαθοῦ. ταῦτα πάντα ὅταν εἰς τὴν
1.6.11
καρ δίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς δικαιοσύνης μετὰ σοῦ ἐστίν. ὅρα οὖν
1.6.12
καὶ τοῦ ἀγγέλου τῆς πονη ρίας τὰ ἔργα αὐτοῦ τὰ πονηρά. πρὸ πάντων ὀξύχολός
1.6.13
ἐστιν καὶ πικρὸς καὶ ἄφρων, καὶ τὰ ἔργα αὐτοῦ πονηρὰ, καταστρέφοντα τοὺς
1.6.14
δούλους τοῦ θεοῦ. ὅταν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γνῶθι ὅτι ἐκ τοῦ πονηροῦ
1.6.15
καὶ μισοκάλου εἰσίν". Λέγει αὐτῷ ὁ Ἀντίοχος" Πῶς νοήσω μὲν αὐτὸν οὐκ ἐπίσταμαι,
1.6.16
ἐὰν μὴ διδαχθῶ κατὰ λόγον". λέγει αὐτῷ ὁ ἐπίσκοπος" Ἄκουε λεπτομερῶς καὶ
1.6.17
συνετὸς γίνου καὶ μακρόθυμος. εἶτα λοιπὸν ἐπιθυμία γυναικῶν καὶ κραιπαλῶν
1.6.18
πολλῶν καὶ ἐπιθυμία πράξεων πλεο νεξίας καὶ ὑπερηφανίας καὶ τὰ τούτοις ὅμοια.
1.6.19
ὅταν ταῦτα ἐπὶ τὴν καρδίαν σου ἀναβῶσιν, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς πονηρίας
1.6.20
ἐστὶν μετὰ σοῦ. ἔχεις ἀμφοτέ ρων τὰς ἐνεργείας. σύνες αὐτὰς, καὶ πίστευε τῷ ἀγ
1.6.21
γέλῳ τῆς δικαιοσύνης, ἀπὸ δὲ τοῦ ἀγγέλου τῆς πονη ρίας ἀπόστηθι, καὶ ἐργαζόμενος
1.6.22
τὸ ἀγαθὸν ἔσῃ ηὐλο γημένος εἰς τοὺς αἰῶνας".
1.7.1
Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος" Μέμνησαι ὅτι εἰς τὴν
1.7.2
πρώτην ἐντολὴν ἐνετειλάμην σοι περὶ πίστεως καὶ προσευχῆς καὶ φόβου καὶ
1.7.3
ἐγκρατείας". ἀπεκρίθη αὐτῷ ὁ Ἀντίοχος" Ναὶ, κύριε". καὶ λέγει αὐτῷ ὁ ἐπίσκοπος
1.7.4
" Ἄκουε καὶ τῆς ἑβδόμης ἐντολῆς· φοβοῦ τὸν θεὸν καὶ φύλασσε τὰς ἐντολὰς αὐτοῦ,
1.7.5
καὶ ἔσῃ δυνατὸς ἐν πάσῃ πράξει· φοβούμενος γὰρ τὸν κύ ριον πάντα καλὰ ἐργάσῃ·
1.7.6
τὸν διάβολον μὴ φοβηθῇς, ὅτι δύναμις ἐν αὐτῷ οὐκ ἔστιν, μᾶλλον δὲ φοβήθητι τὰ
1.7.7
ἔργα αὐτοῦ τὰ πονηρὰ, ἵνα μὴ κατακυριευθῇς ὑπ' αὐτῶν, ὅτι πονηρά εἰσιν. ἐὰν οὖν
1.7.8
μὴ θελήσῃς τὸ πονη ρὸν ἐργάσασθαι, φοβοῦ τὸν κύριον πάντοτε, καὶ μὴ ἐπιλάθῃ τὸν
1.7.9
φόβον αὐτοῦ· ὁ γὰρ ἔχων τὸν φόβον τοῦ θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ οὐδέποτε
1.7.10
ἐνθυμεῖται πονη ρὸν ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἐργαζόμενος τὸ ἀγαθὸν ἔχει ζωὴν ἐν
1.7.11
ἑαυτῷ εἰς τοὺς αἰῶνας".
1.8.1
Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος" Ακουε καὶ τῆς ὀγδόης
1.8.2
ἐντολῆς. περὶ ἐγκρατείας νόη σον ὅτι διπλῆ ἐστίν. ἐπὶ τίνων δεῖ ἐγκρατεύεσθαι καὶ
1.8.3
μὴ ποιεῖν αὐτά. ἐγκρατεύου ἀπὸ πάσης πονηρίας, ἐρ γαζόμενος τὸ ἀγαθόν. ἄκουε
1.8.4
λεπτομερῶς. ἐγκρατεύου ἀπὸ μεθύσματος, ἀνομίας, ἀπὸ τρυφῆς πονηρᾶς, ἀπὸ
1.8.5
ἐδεσμάτων πολλῶν καὶ πολυτελείας πλούτου καὶ μνη σικακίας καὶ βλασφημίας.
1.8.6
ταῦτα τὰ ἔργα πονηρά εἰσιν τῇ ζωῇ τῶν ἀνθρώπων. τούτων δεῖ ἐγκρατεύεσθαι τὸν
1.8.7
δοῦλον τοῦ θεοῦ. ὁ γὰρ μὴ ἐγκρατευόμενος τούτων οὐ δύναται ζῆσαι. ἄκουε καὶ τὰ
1.8.8
ὀνόματα τούτων ἤτοι ἀκόλουθα". λέγει Ἀντίοχος" Ποῖα γὰρ, κύριε, πονηρά εἰσιν
1.8.9
ἔργα"; λέγει αὐτῷ ὁ ἐπίσκοπος" Καὶ πολλά εἰσιν πονηρὰ, ἀφ' ὧν δεῖ τὸν δοῦλον τοῦ
1.8.10
θεοῦ ἐγκρατεύεσθαι, ψεῦδος, ἀποστέρησις, ψευδομαρτυρία, πλεονεξία, ἀλα ζονεία,
1.8.11
καὶ ὅσα τούτοις ὅμοια. ἢ οὐ δοκεῖ σοι πονηρὰ εἶναι ταῦτα"; καὶ ἀπεκρίθη" Ναὶ, δοῦλε
1.8.12
τοῦ θεοῦ". λέγει αὐτῷ ὁ ἐπίσκοπος" Τούτων πάντων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον
1.8.13
τοῦ θεοῦ, ἵνα ζήσῃ τῷ θεῷ καὶ ἐγγραφῇ μετὰ τῶν ἐγκρατευομένων. πρὸ πάντων
1.8.14
πίστις, φόβος κυρίου, ὁμόνοια, ἀγάπη, ῥήματα δικαιο σύνης, ἀλήθεια, ὑπομονή.
1.8.15
τούτων ἀγαθώτερον οὐδέν ἐστιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. ταῦτα ἐάν τις φυ λάξῃ,
1.8.16
μακάριός ἐστιν ἐν τῇ ζωῇ αὐτοῦ. εἶτα τὰ τού των ἀκόλουθα ἄκουε· χήραις ὑπηρετεῖν
1.8.17
καὶ ὀρφανοῖς, ὑστερουμένοις τοῖς δούλοις τοῦ θεοῦ. φιλόξενον εἶναι, ἥσυχον,
1.8.18
ἐνδεεστέρῳ παρέχειν, πάντα ἄνθρωπον σέβε σθαι, ὕβριν ὑποφέρειν, μακρόθυμον
1.8.19
εἶναι, ἀμνησίκακον, ἁμαρτάνοντας νουθετεῖν, χρεώστας μὴ θλίβειν, ἐνδεεῖς μὴ
1.8.20
λυπεῖν, καὶ ὅσα τούτοις ὅμοιά ἐστιν. οὐ δοκεῖ σοι ταῦτα ἀγαθὰ εἶναι"; ἀπεκρίθη ὁ
1.8.21
Ἀντίοχος" Τί γὰρ δύναται τούτων ἀγαθώτερον εἶναι"; λέγει αὐτῷ ὁ ἐπί σκοπος
1.8.22
" Ἐπιγύμναζε οὖν ἑαυτὸν ἐν τούτοις καὶ μὴ ἀποστῇς ἀπ' αὐτῶν, καὶ ζήσῃ εἰς τοὺς
1.8.23
αἰῶνας, καὶ πάν τες ὅσοι τὰς ἐντολὰς αὐτοῦ φυλάξωσιν ζήσονται εἰς τοὺς αἰῶνας".
1.9.1
Καὶ εἰξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος" Ακουε καὶ τῆς ἐνάτης
1.9.2
ἐντολῆς τὴν διδασκαλίαν· πάνυ γὰρ ὠφέλιμός ἐστιν· ἆρον ἀπὸ σοῦ τὴν διψυχίαν καὶ
1.9.3
μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαι τῷ θεῷ, λέγων ἐν ἑαυτῷ ὅτι πῶς δυνήσομαι
1.9.4
αἰτήσασθαι παρὰ τοῦ κυρίου λαβεῖν ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν; μηδὲν τοιοῦτον
1.9.5
διαλογίζου, ἀλλ' ἐξ ὅλης καρδίας σου ἐπίστρεψον πρὸς τὸν κύριον καὶ αἰτοῦ
1.9.6
ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολλὴν αὐτοῦ εὐσπλαγχνίαν, ὅτι οὐ μή σε ἐγκαταλείψει,
1.9.7
ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου ταχέως πληρώσει. οὐκ ἔστιν γὰρ ὁ θεὸς ὡς οἱ
1.9.8
ἄνθρωποι μνησικακοῦντες, ἀλλ' αὐτὸς ἀμνησίκακός ἐστιν καὶ σπλαγχνίζεται ἐπὶ τῷ
1.9.9
πλάσματι αὐτοῦ. σὺ οὖν καθάρισόν σου τὸν λογισμὸν καὶ τὴν ψυχὴν ἀπὸ παντὸς
1.9.10
ῥύπου ἐχθροῦ καὶ αἴτησαι παρὰ τοῦ κυρίου, καὶ λήψῃ εἴ τι αἰτήσῃ, ὅτι οὐκ ἐγ
1.9.11
καταλείπει τοὺς εἰς αὐτὸν ἐλπίζοντας. οἱ γὰρ διστά ζοντες εἰς τὸν θεὸν οὗτοί εἰσιν
1.9.12
δίψυχοι, καὶ οὐδὲν ὅλως λαμβάνουσιν τῶν αἰτημάτων αὐτῶν· οἱ δὲ ὁλοτελεῖς ὄντες
1.9.13
ἐν πίστει πάντα ἃ αἰτοῦνται ὁλοψύχως λαμβά νουσιν. πᾶς γὰρ δίψυχος ἀνὴρ, ἐὰν μὴ
1.9.14
καθαρίσῃ τὸν νοῦν τῆς ψυχῆς αὐτοῦ, δυσκόλως σώζεται. ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι
1.9.15
ἰσχυρά ἐστιν, καὶ πίστευε τῷ θεῷ ὅτι πάντα τὰ αἰτήματά σου ἃ αἰτεῖς λήψῃ. ἐὰν
1.9.16
αἰτησάμε νός ποτε παρὰ τοῦ κυρίου αἴτημα καὶ βραδύτερον λά βῃς, μὴ διψυχήσῃς,
1.9.17
ὅτι τάχιον οὐκ ἔλαβες τὸ αἴτημα τῆς καρδίας σου, ἤτοι τῆς ψυχῆς σου. πάντως γὰρ
1.9.18
διὰ πειρασμόν τινα ἢ παράπτωμα, ὃ σὺ ἀγνοεῖς, οὐκ ἔλα βες τὸ αἴτημα τῆς ψυχῆς
1.9.19
σου. σὺ οὖν μὴ διαλίπῃς εὐχόμενος ἕως οὗ ἀπολήψῃ αὐτό. ἐὰν δὲ ἐκκακήσῃς καὶ
1.9.20
διψυχήσῃς εὐχόμενος καὶ αἰτούμενος, ἑαυτὸν αἰτιῶ καὶ μὴ τὸν διδοῦντά σοι. βλέπε
1.9.21
οὖν ὅτι ἡ διψυχία παρὰ τοῦ διαβόλου ἐστίν. σὺ οὖν δούλευε ἐκ τῆς ψυ χῆς σου, καὶ
1.9.22
ζήσῃ τῷ θεῷ, καὶ πάντες οἱ ταῦτα φρο νοῦντες ζήσονται εἰς τοὺς αἰῶνας".
1.10.1
Καὶ εὐξαμένων αὐτῶν λέγει ὁ ἐπίσκοπος" Ακουε καὶ τῆς δεκάτης
1.10.2
ἐντολῆς· ἆρον ἀπὸ σοῦ πᾶ σαν ἐπιθυμίαν πονηρὰν καὶ ἔνδυσαι τὴν ἀγαθὴν καὶ
1.10.3
σεμνήν. ἀπὸ δὲ τῆς πονηρᾶς ἐπιθυμίας, καὶ μάλιστα ἐὰν ἐμπέσῃ εἰς λύπην ὁ δοῦλος
1.10.4
τοῦ θεοῦ καὶ μὴ ᾖ συνετὸς, δαπανᾶται ὑπ' αὐτῆς δεινῶς. καὶ μάλιστα τοὺς μὴ
1.10.5
ἔχοντας ἔνδυμα ἐπιθυμίας ἀγαθῆς, ἀλλ' ἐμ πεφυρμένους τῷ αἰῶνι τούτῳ, τούτους
1.10.6
οὖν παραδίδω σιν εἰς θάνατον". καὶ λέγει ὁ Ἀντίοχος" Ποῖά εἰσιν τὰ παραδιδοῦντα
1.10.7
τοὺς ἀνθρώπους εἰς θάνατον; καὶ γνώρισόν μοι, ἵνα φύγω ἀπ' αὐτῶν". λέγει αὐτῷ ὁ
1.10.8
ἐπίσκοπος" Ἄκουσον ἐν ποίοις ἔργοις θανατοῖ ἡ ἐπι θυμία ἡ πονηρὰ τοὺς δούλους
1.10.9
τοῦ θεοῦ. πρὸ πάντων ἐπιθυμία γυναικὸς, καὶ πολυτέλεια πλούτου, ἥτις ἐστὶν
1.10.10
φιλαργυρία, καὶ ἐδεσμάτων πολλῶν καὶ ματαίων, καὶ μεθύσματος πολλοῦ, διαφόρου
1.10.11
γεύσεως, καὶ δόξης ἀν θρωπίνης ματαίας, μᾶλλον δὲ πᾶσα τρυφὴ καὶ ἡδονὴ τοῦ βίου
1.10.12
τούτου ματαία ἐστίν. αὗται οὖν αἱ πονηρίαι καὶ αἱ ἐπιθυμίαι θανατοῦσιν τοὺς
1.10.13
δούλους τοῦ θεοῦ. ἄπεχε οὖν ἀπ' αὐτῶν, καὶ ζήσῃ τῷ θεῷ. ἐὰν δουλεύ σῃς τῷ θεῷ ἐν
1.10.14
δικαιοσύνῃ, δύνασαι κατακυριεῦσαι τῆς πονηρᾶς ἐπιθυμίας". ὁ Ἀντίοχος λέγει
1.10.15
" Ἤθελον κἀγὼ γνῶναι ποίοις τρόποις δεῖ με δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ". ὁ
1.10.16
ἐπίσκοπος λέγει" Ἔργασαι δικαιοσύνην καὶ ἀρετὴν ἀληθείας, φόβον κυρίου καὶ
1.10.17
πίστιν καὶ ἀγά πην καὶ ταπεινοφροσύνην καὶ ὑπομονὴν, καὶ τὰ ὅμοια τούτοις, καὶ
1.10.18
τοῖς ἀγαθοῖς ἔργοις κολλήθητι. καὶ ταῦτα ἐργαζόμενος εὐάρεστος ἔσῃ καὶ δοῦλος
1.10.19
θεοῦ εἰς τοὺς αἰῶνας". Πάλιν λέγει αὐτῷ ὁ ἐπίσκοπος" Ὁ διάβολος ὅταν ἴδῃ ὅτι διὰ
1.10.20
τοῦ ἰδίου λογισμοῦ οὐ δύναταί σε βλά ψαι, τότε φέρει πρὸς σὲ ἀσθενεστέρους
1.10.21
μοναχοὺς, καὶ δι' αὐτῶν πρόφασίν τινα διὰ λόγων, ἢ διὰ ἔργων ἀνα παύσεως, ἢ
1.10.22
ζῆλον σαρκικὸν δίδωσίν σοι εἰς τὸ σκαν δαλίσαι σε καὶ καταρρᾶξαί σε. σὺ δὲ νοῶν
1.10.23
ὅτι τοῦ ἐχθροῦ εἰσιν κατασκευαὶ αὗται μὴ ἄρξαις εἰς τὴν διά νοιάν σου λέγειν. ἐγὼ
1.10.24
ἀπὸ τοιούτου γένους εἰμὶ μεγά λου, καὶ οὗτος ἰδιώτης καὶ εὐτελὴς καὶ ἀσθενὴς,
1.10.25
κἀγὼ εἰς τοὺς πόδας αὐτοῦ ἔχω πεσεῖν, μᾶλλον δὲ διὰ τοῦτο πρόσπεσε αὐτῷ,
1.10.26
μεμνημένος τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολῆς, ἥτις σοι παρακελεύεται
1.10.27
«ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην», καὶ μὴ
1.10.28
πρότερον ἀποστῇς αὐτοῦ τῶν ποδῶν ἕως οὗ συγχώρησιν μετ' εὐχῆς δέξῃ παρ' αὐτοῦ,
1.10.29
ὅπως τέλειός σοι ἀποδοθῇ τῆς ταπεινοφροσύνης ὁ στέφανος εἰς τοὺς αἰῶνας. ἀμήν".
1.11.1
Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκο πος" Ἄκουε καὶ τῆς
1.11.2
ἑνδεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ τὴν λύπην. καὶ γὰρ αὐτὴ ἀδελφή ἐστιν τῆς
1.11.3
διψυχίας καὶ τῆς ὀξυχολίας". λέγει ὁ Ἀντίοχος" Πῶς, κύριε, ἀδελφή ἐστιν τούτων;
1.11.4
ἄλλο γάρ μοι δοκεῖ ὀξυχολία καὶ ἄλλο λύπη". λέγει αὐτῷ ὁ ἐπίσκοπος" Διὰ τί οὐ
1.11.5
νοεῖς τὰ λεγόμενά σοι; ἐκεῖνοι γὰρ οὐ νοοῦσιν οἱ βάλλοντες ἑαυτοὺς εἰς τὰ κοσμικὰ
1.11.6
καὶ σαρκικὰ πράγματα. οὐ νοεῖς ὅτι πονηροτάτη ἐστὶν καὶ δεινοτάτη τοῖς δούλοις
1.11.7
τοῦ θεοῦ. οἱ δὲ τὸν φόβον τοῦ θεοῦ ἔχοντες δικαιοσύνης ἔργον καὶ ἀληθείας
1.11.8
ἐπιτελοῦσιν, καὶ τὴν καρδίαν καὶ τὸν νοῦν ἔχοντες πρὸς κύριον τυγχάνουσιν καὶ
1.11.9
συνιοῦ σιν, διότι καθαροί εἰσιν καὶ ἀμέριμνοι ἀπὸ πάσης φρον τίδος τοῦ βίου καὶ
1.11.10
μερίμνης κοσμικῆς καὶ οὐδὲν εἰ μὴ μόνον τὸν φόβον τοῦ θεοῦ ἔχουσιν ἐν ἑαυτοῖς.
1.11.11
ὅπου γὰρ ὁ κύριος κατοικεῖ, ἐκεῖ ἐστιν σύνεσις πολλή. κολ λήθητι οὖν τῷ κυρίῳ, καὶ
1.11.12
πάντα νοήσεις. ἄκουε πῶς ἡ λύπη ἐκτρίβει τὸ πνεῦμα καὶ πάλιν σώζει. ὅταν ὁ
1.11.13
δίψυχος ἐπιβάληται πρᾶξαί τι καὶ ἀποτύχῃ διὰ τὴν δι ψυχίαν αὐτοῦ, ἡ λύπη
1.11.14
πορεύεται εἰς τὸν ἄνθρωπον καὶ λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον καὶ στενοχωρεῖ. εἶτα πά
1.11.15
λιν ἡ ὀξυχολία, ὅταν κολληθῇ τῷ ἀνθρώπῳ περὶ πρά γματός τινος καὶ λίαν
1.11.16
πικρανθῇ καὶ ποιήσῃ τι κακὸν, πάλιν ἡ λύπη εἰσπορεύεται εἰς τὴν καρδίαν τοῦ ἀν
1.11.17
θρώπου, καὶ λυπεῖται ἐπὶ τῇ πράξει αὐτοῦ ᾗ ἔπραξεν, καὶ μεταμελεῖται ὅτι πονηρὸν
1.11.18
εἰργάσατο. αὕτη οὖν ἡ λύπη δοκεῖ σωτηρίαν ἔχειν, ὅτι πονηρὸν πράξας μετε νόησεν.
1.11.19
ἀμφότεραι οὖν αἱ πράξεις λυποῦσιν τὸν ἄν θρωπον· ἡ μὲν διψυχία ὅτι οὐκ ἔτυχεν
1.11.20
τῆς πράξεως αὐτοῦ, ἡ δὲ ὀξυχολία ὅτι ἔπραξεν τὸ πονηρόν. ἀμφότερα οὖν λυπηρά
1.11.21
εἰσιν τῷ πνεύματι τῷ ἁγίῳ. ἆρον τὴν λύπην ἀπὸ σοῦ καὶ μὴ θλῖβε τὸ πνεῦμα τὸ
1.11.22
ἅγιον τὸ ἐν σοὶ κατοικοῦν, μή ποτε ἐντεύξηται κατὰ σοῦ τοῦ θεοῦ καὶ ἀποστῇ ἀπὸ
1.11.23
σοῦ. τὸ γὰρ πνεῦμα τοῦ θεοῦ τὸ δοθὲν εἰς τὴν σάρκα ταύτην λύπην σαρκικὴν οὐχ
1.11.24
ὑποφέρει οὐδὲ στενοχωρίαν. λύπη γὰρ ἡ ἐπὶ τοῖς προ τέροις ἁμαρτήμασιν μόνη ἔχει
1.11.25
ὠφέλειαν, ἐὰν μὴ πάλιν ἁμαρτήσῃς. πᾶς γὰρ ἱλαρὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται καὶ
1.11.26
ἀγαθὰ φρονεῖ καὶ καταφρονεῖ τῆς ματαίας λύπης· ὁ δὲ λυπηρὸς ἀνὴρ πάντοτε
1.11.27
πονηρεύεται. πρῶτον μὲν πο νηρεύεται ὅτι λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον τὸ δοθὲν τῷ
1.11.28
ἀνθρώπῳ ἱλαρόν· δεύτερον δὲ λυπῶν τὸ πνεῦμα ἀνο μίαν ἐργάζεται μὴ ἐντυγχάνων
1.11.29
μηδὲ ἐξομολογοίμενος τοῦ θεοῦ. πάντοτε γὰρ λυπηροῦ ἀνδρὸς ἡ ἔντευξις οὐκ ἔχει
1.11.30
δύναμιν τοῦ ἀναβῆναι ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ, ὅτι ἡ λύπη ἐγκάθηται ἐν τῇ
1.11.31
καρδίᾳ αὐτοῦ. με μιγμένη οὖν ἡ λύπη ἡ κοσμικὴ μετὰ τῆς ἐντεύξεως οὐκ ἀφίησιν
1.11.32
τὴν ἔντευξιν ἀναβῆναι καθαρὰν πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ. ὥσπερ γὰρ ὄξος
1.11.33
οἴνῳ μεμιγμέ νον τὴν αὐτὴν ἡδονὴν οὐκ ἔχει, οὕτως καὶ λύπη με μιγμένη μετὰ τοῦ
1.11.34
πνεύματος τὴν αὐτὴν ἔντευξιν οὐκ ἔχει. καθάρισον οὖν σεαυτὸν ἀπὸ τῆς λύπης τῆς
1.11.35
πο νηρᾶς ταύτης, καὶ ζήσῃ τῷ θεῷ, καὶ ἅπαντες ὅσοι ἀπο βάλλονται τὴν λύπην ἀφ'
1.11.36
ἑαυτῶν καὶ ἐνδύονται ἀγάπην καὶ ἱλαρότητα ζήσονται εἰς τοὺς αἰῶνας. ἀμήν. 2. t
1.11.37
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου πατριάρχου Ἀλεξανδρείας Διδασκαλία πρὸς
1.11.38
Ἀντίοχον δοῦκαν.

Intertext edge

Open linked passage

Note