Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad Epictetum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
περὶ δὲ τοῦ φαντάζεσθαί τινας καὶ λέγειν, ὅτι, ὥσπερ ἐφ' ἕκαστον τῶν προφητῶν ἐγίνετο, οὕτω καὶ ἐφ' ἕνα τινὰ ἄνθρωπον ἐκ Μαρίας ἦλθεν ὁ λόγος, περιττόν ἐστι γυμνάζειν φανερὰν ἐχούσης τῆς ἀνοίας αὐτῶν τὴν κατάγνωσιν. εἰ γὰρ οὕτως ἦλθεν, διὰ τί οὗτος ἐκ παρθένου, καὶ μὴ καὶ αὐτὸς ἐξ ἀνδρὸς καὶ γυναικός; οὕτω γὰρ καὶ ἕκαστος τῶν ἁγίων ἐγεννήθη. ἢ διὰ τί οὕτως ἐλθόντος τοῦ λόγου οὐχ ὁ ἑκάστου θάνατος λέγεται ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ' ὁ τούτου μόνος; διὰ τί δὲ καθ' ἕκαστον τῶν προφητῶν ἐπιδημοῦντος τοῦ λόγου λέγεται ἐπὶ μόνου τοῦ ἐκ Μαρίας, ὡς ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημή σαντος; ἢ διὰ τί ἐλθόντος αὐτοῦ, ὡς ἦλθεν ἐν τοῖς ἔμπροσθεν ἁγίοις, οἱ μὲν ἄλλοι πάντες ἀποθανόντες οὔπω ἀνέστησαν, ὁ δὲ ἐκ Μαρίας μόνος τριήμερος ἀνέστη; ἢ διὰ τί ὁμοίως τοῖς ἄλλοις ἐλθόντος τοῦ λόγου λέγεται μόνος ὁ ἐκ Μαρίας Ἐμμανουήλ, ὡς σώματος πεπλη ρωμένου θεότητος τεχθέντος ἐξ αὐτῆς; τὸ γὰρ Ἐμμανουὴλ ἑρμηνεύεται μεθ' ἡμῶν ὁ θεός. ἢ διὰ τί, εἴπερ οὕτως ἦλθεν, ἐσθίοντος ἑκάστου τῶν ἁγίων καὶ πίνοντος καὶ κοπιῶντος καὶ ἀποθνήσκοντος οὐ λέγεται ὡς αὐτὸς ἐσθίων καὶ κοπιῶν καὶ ἀποθανών, ἀλλ' ἐπὶ μόνου τοῦ ἐκ Μαρίας; ἃ γὰρ ἔπασχε τοῦτο τὸ σῶμα, ταῦτα ὡς αὐτοῦ πάσχοντος εἴρηται, καὶ τῶν ἄλλων πάντων λεγομένων μόνον ἐτέχθησαν καὶ ἐγεν νήθησαν· ἐπὶ τοῦ ἐκ Μαρίας μόνου εἴρηται, καὶ ὁ λόγος σὰρξ ἐγένετο.

Intertext edge

Open linked passage

Note