Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad Epictetum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
ἐξ ὧν δείκνυται, ὅτι πρὸς μὲν τοὺς ἄλλους πάντας γέγονεν ὁ λόγος τοῦ προφητεύειν χάριν, ἐκ δὲ Μαρίας αὐτὸς ὁ λόγος ἑαυτῷ σάρκα λαβὼν προῆλθεν ἄνθρωπος· τῇ μὲν φύσει καὶ τῇ οὐσίᾳ λόγος ὢν τοῦ θεοῦ, κατὰ δὲ σάρκα ἐκ σπέρματος Δαβὶδ καὶ τῆς σαρκὸς Μαρίας γενόμενος ἄνθρωπος, ὡς εἶπεν ὁ Παῦλος. τοῦτον ὁ πατὴρ ἐδείκνυε καὶ ἐν τῷ Ἰορδάνῃ καὶ ἐν τῷ ὄρει λέγων, οὗτός ἐστιν ὁ υἱός μου, ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. τοῦτον οἱ μὲν Ἀρειανοὶ ἠρνήσαντο, ἡμεῖς δὲ ἐπιγινώσκοντες προσκυνοῦμεν, οὐ διαιροῦντες τὸν υἱὸν καὶ τὸν λόγον, ἀλλ' αὐτὸν τὸν λόγον εἰδότες εἶναι τὸν υἱόν, δι' οὗ τὰ πάντα γέγονεν καὶ ἡμεῖς ἐλυτρώθημεν. διὸ καὶ ἐθαυμάσαμεν, πῶς ὅλως ἐν ὑμῖν περὶ τῶν οὕτω φανερῶν γέγονε φιλονεικία, ἀλλὰ χάρις τῷ κυρίῳ, ὅτι, ὅσον ἐλυπήθημεν ἐντυχόντες τοῖς ὑπομνήμασιν, τοσοῦτον ἐχάρημεν ἐπὶ τῷ τέλει τούτων. μετὰ γὰρ συμφωνίας ἀνεχώρησαν καὶ εἰρήνευσαν ἐπὶ τῇ ὁμολογίᾳ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως. τοῦτο γοῦν κἀμὲ πολλὰ πρότερον σκεψάμενον πέπεικε γράψαι τὰ ὀλίγα ταῦτα λογισάμενον, μὴ ἄρα ἐκ τῆς σιωπῆς ἀντὶ χαρᾶς λύπη γένηται τοῖς ἐκ τῆς συμφωνίας πρόφασιν τοῦ χαίρειν παρασχοῦσιν ἡμῖν. ἀξιῶ τοίνυν προηγουμένως τὴν σὴν εὐλάβειαν καὶ δεύτερον τοὺς ἀκούοντας μετὰ συνειδήσεως ἀγαθῆς ταῦτα δέξασθαι, καὶ εἰ μέν τι πρὸς εὐσέβειαν λείπει, τοῦτο διορθώσασθαι καὶ δηλῶσαί μοι· εἰ δ' ὡς παρ' ἰδιώτου τοῦ λόγου μὴ κατ' ἀξίαν μηδὲ τελείως γέγραπται, συγγνῶναι πάντας τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν ἀσθενείᾳ. προσαγόρευε πάντας τοὺς μετὰ σοῦ ἀδελφούς, σὲ οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν· ἐρρωμένος ἐν κυρίῳ διάγοις ἀγαπητὲ καὶ ἀληθῶς ποθεινότατε.

Intertext edge

Open linked passage

Note