Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad Epiphanium
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Καὶ Ἀθανάσιος δὲ ὁ μέγας τῆς Ἀλεξανδρέων Ἐκκλησίας φωστὴρ, ἐν τῇ μνημονευθείσῃ πρὸς Ἐπιφάνιον ἐπίσκοπον ἐπιστολῇ διδάσκει λέγων οὕτως· Οὐκοῦν ὥσπερ συνήθλησας, καὶ συνεχάρης, οὕτω καὶ τοῦ μέμφεσθαι παῦσαι· καὶ μᾶλλον εὔχου ἵνα τοῦ λοιποῦ ἡ μὲν Ἐκκλησία βεβαίαν τὴν εἰρήνην ἔχῃ, καὶ παύσωνται αἱ αἱρέσεις τῆς μιαιφόνου προαιρέσεως· παύσωνται δὲ καὶ οὗτοι φιλονεικοῦντες, οἱ ἐφευρόντες ἑαυτοῖς ζητήματα, προφάσει μὲν τοῦ σωτηριώδους Πάσχα, ἔργῳ δὲ τῆς ἰδίας ἔριδος χάριν μάλιστα· ὅτι, ἐξ ἡμῶν εἶναι δοκοῦντες καὶ Χριστιανοὶ αὐχοῦντες λέγεσθαι, ζηλοῦσι τούτων προδεδωκότων Ἰουδαίων. Ὁποία γὰρ αὐτοῖς καὶ πιθανὴ ἀπολογία γένοιτ' ἂν ἄρα ἐπειδὴ γέγραπται· Τῇ δὲ πρώτῃ τῶν Ἀζύμων, καὶ ἐν ᾖ ἔδει θύειν τὸ Πάσχα. Ἀλλὰ ἐγίνετο τότε καλῶς· νυνὶ, κατὰ τὸ γεγραμμένον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Τῆς ὁμοιώσεως τοῦ Κυρίου τῆς πρὸς ἡμᾶς ἡ ὠφέλεια μεγάλη, ὅτι καὶ ἡμεῖς ὁμοιούμεθα πρὸς αὐτόν. Εἰ γὰρ μὴ αὐτὸς ὡμοίωτο πρὸς ἀνθρώπους, οὐκ ἠδύναντο οἱ ἄνθρωποι ὁμοιοῦσθαι πρὸς Θεόν. Ἀλλὰ

Intertext edge

Open linked passage

Note