Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad Palladium
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ἀθανάσιος Ἰωάννῃ καὶ Ἀντιόχῳ, τοῖς ἀγαπητοῖς υἱοῖς καὶ συμπρεσβυτέροις, ἐν Κυρίῳ χαίρειν. Ἐχάρην δεξάμενος ὑμῶν καὶ νῦν ἐπιστολὴν, ὅτι μάλιστα ἀπὸ Ἱεροσολύμων ἐγράψατε· καὶ χάριν ὑμῖν ἔχω, ὅτι ἐδηλώσατε περὶ τῶν ἀδελφῶν, τῶν ἐκεῖ συναγομένων, καὶ περὶ τῶν βουλομένων προφάσει ζητημάτων ταράττειν τοὺς ἀκεραίους. Ἀλλὰ περὶ μὲν τούτων παραγγελλέτω ὁ Ἀπόστολος, Μὴ προσέχειν τοῖςλογομαχοῦσι, καὶ μηδὲν ἕτερον ζητοῦσιν ἢ λέγειν τι καινὸν καὶ ἀκούειν. Ὑμεῖς δὲ, ἔχοντες τὸν θεμέλιον ἀσφαλῇ, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὁ Κύριος ἡμῶν, καὶ τὴν τῶν Πατέρων περὶ τῆς ἀληθείας ὁμολογίαν, τοὺς πλέον τι ταύτης ἢ ἔλαττον λαλεῖν θέλοντας ἀποστρέφεσθε, καὶ μᾶλλον τῆς τῶν ἀδελφῶν ὠφελείας γίνεσθε, εἰς τὸ φοβεῖσθαι τὸν Θεὸν, καὶ τὰς ἐντολὰς τηρεῖν· ἵνα καὶ ἐκ τῆς διδασκαλίας τῶν Πατέρων, καὶ ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως δυνηθῶσιν εὐάρεστοι τῷ Κυρίῳ φανῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Πάνυ δὲ τεθαύμακα τὴν θρασύτητα τῶν τολμώντων λαλεῖν κατὰ τοῦ ἀγαπητοῦ ἡμῶν, τοῦ ἀληθῶς Θεοῦ δούλου Βασιλείου τοῦ ἐπισκόπου. Ἐκ γὰρ τῆς τοιαύτης φλυαρίας ἐλέγχεσθαι δυνήσονται, ὡς οὐδὲ τῶν Πατέρων ἀγαπῶντες τὴν ὁμολογίαν. Προσαγορεύετε τοὺς ἀδελφούς. Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοί. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι υἱοί.

Intertext edge

Open linked passage

Note