Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula encyclica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Τὰ μὲν οὖν καθ' ἡμῶν καὶ κατὰ τῆς ἐκκλησίας παρανομηθέντα οὕτως
2.1.2
γέγονε. συναγόντων ἡμῶν συνήθως ἐν εἰρήνῃ τῶν τε λαῶν εὐφραινομένων ἐπὶ ταῖς
2.1.3
συνάξεσι καὶ προκοπτόντων τῇ κατὰ θεὸν πολιτείᾳ τῶν τε συλλειτουργῶν τῶν κατ'
2.1.4
Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην ἀγάπην καὶ εἰρήνην ἐχόντων πρὸς ἀλλήλους καὶ
2.1.5
πρὸς ἡμᾶς, ἐξαίφνης ὁ ἔπαρχος τῆς Αἰγύπτου γράμματα προτίθησι δημοσίᾳ
2.1.6
διατάγματος ἔχοντα 2. 2 τύπον, ὡς Γρηγορίου τινὸς ἐκ Καππαδοκίας εἰσερχομένου
2.1.7
διαδόχου μου ἀπὸ τοῦ κομι τάτου. καὶ ἡ μὲν τοιαύτη ἀκοὴ τοὺς πάντας ἐτάραξε·
2.1.8
καινὸν γὰρ ἦν καὶ ἄρτι πρώτως ἀκουσθὲν τὸ τοιοῦτον· οἱ δὲ λαοὶ καὶ μᾶλλον εἰς τὰς
2.1.9
ἐκκλησίας συνήρχοντο, ὅτι μάλιστα συνεώρων μήτε ἑαυτοὺς μήτε ἐπίσκοπον μήτε
2.1.10
πρεσβύτερον μήτε ὅλως τινὰς μεμψα μένους ἡμᾶς ποτε. μόνους δὲ Ἀρειανοὺς ἑώρων
2.1.11
σὺν αὐτῷ καὶ Ἀρειανὸν αὐτὸν νωσκον ὑπὸ τῶν περὶ Εὐσέβιον τοῖς
2.1.12
Ἀρειανοῖς ἀποσταλέντα. οἴδατε δέ, ἀδελφοί, ἀεὶ τοὺς περὶ Εὐσέβιον προστάτας καὶ
2.1.13
κοινωνοὺς τῆς ἀσεβοῦς αἱρέσεως τῶν Ἀρειο μανιτῶν γενομένους καὶ δι' αὐτῶν ἀεὶ
2.1.14
ἡμῖν ἐπιβουλεύσαντας καὶ τῆς εἰς τὰς Γαλλίας ἀποδημίας αἰτίους ἡμῖν γενομένους.
2.1.15
διὰ ταῦτα γὰρ εἰκότως καὶ οἱ λαοὶ ἠγανάκτουν καὶ κατεβόων μαρτυρόμενοι τοὺς
2.1.16
ἄλλους δικαστὰς καὶ πᾶσαν τὴν πόλιν, ὅτι μηδεμιᾶς μέμψεως ὑπὸ τῶν
2.1.17
ἐκκλησιαστικῶν γενομένης, ἀλλὰ τῶν αἱρετικῶν Ἀρειανῶν μόνων αὐτὰ καθ' ἡμῶν
2.1.18
παιξάντων καινοτομία τις καὶ παρανομία τοιαύτη κατὰ τῆς ἐκκλησίας γεγένηται. εἰ
2.1.19
γὰρ καὶ ὅλως ἦν τις καθ' ἡμῶν μέμψις κρατήσασα, ἔδει μὴ Ἀρειανῶν μηδὲ τῶν τὰ 2. 4
2.1.20
Ἀρείου φρονούντων, κατὰ δὲ τοὺς ἐκκλησιαστικοὺς κανόνας καὶ κατὰ τὸ τοῦ
2.1.21
Παύλου ῥῆμα «συναχθέντων» τῶν λαῶν «καὶ τοῦ πνεύματος» τῶν καθιστανόντων
2.1.22
«σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» πάντα κανονικῶς ἐξετασθῆναί τε
2.1.23
καὶ πραχ θῆναι παρόντων τῶν αἰτουμένων λαῶν καὶ κληρικῶν καὶ μὴ ἔξωθεν ὑπὸ
2.1.24
Ἀρειανῶν ὥσπερ ἐμπορευόμενον τὸ ὄνομα τοῦ ἐπισκόπου παρὰ τοὺς μὴ αἰτήσαντας
2.1.25
μηδὲ βουλο μένους μηδὲ ὅλως γινώσκοντας τὸ γεγονὸς μετὰ προστασίας καὶ βίας
2.1.26
τῶν ἔξωθεν δι καστῶν ἐπιρρῖψαι ἑαυτόν. τοῦτο δὲ τοὺς μὲν ἐκκλησιαστικοὺς
2.1.27
κανόνας παραλύει, τὰ δὲ ἔθνη βλασφημεῖν ἀναγκάζει καὶ ὑπονοεῖν, ὅτι μὴ κατὰ
2.1.28
θεῖον θεσμόν, ἀλλ' ἐξ ἐμπορίας καὶ προστασίας αἱ καταστάσεις γίνονται.

Intertext edge

Open linked passage

Note