Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula encyclica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ἡ μὲν οὖν κατάστασις ἡ θαυμαστὴ Γρηγορίου ὑπὸ Ἀρειανῶν γέγονε καὶ
3.1.2
τοιαύτην ἔσχε τὴν ἀρχήν. ἡ δὲ εἴσοδος αὐτοῦ εἰς τὴν Ἀλεξάνδρειαν οἷα παράνομα
3.1.3
κατειργάσατο καὶ ἡλίκων κακῶν αἰτία γέγονεν, ἔξεστιν ὑμῖν ἐκ τῶν γραφομένων
3.1.4
καὶ παρὰ τῶν ἐπι 3. 2 δημούντων ἐπερωτῆσαι καὶ μαθεῖν. τῶν γὰρ λαῶν
3.1.5
δυσανασχετούντων καὶ διὰ τοῦτο ἐν ταῖς ἐκκλησίαις συναχθέντων ἐπὶ τῇ τοιαύτῃ
3.1.6
καινοτομίᾳ, ἵνα μὴ ἡ τῶν Ἀρειανῶν ἀσέβεια καταμιγῇ τῇ τῆς ἐκκλησίας πίστει,
3.1.7
Φιλάγριος ὁ καὶ πάλαι τὴν ἐκκλησίαν καὶ τὰς ταύτης παρθένους ἀδικήσας καὶ νῦν
3.1.8
ἔπαρχος Αἰγύπτου τυγχάνων, παραβάτης μὲν γενόμενος, πατριώτης δὲ ὢν τοῦ
3.1.9
Γρηγορίου καὶ οὐ σεμνὸν ἔχων τὸν τρόπον, ἀλλὰ καὶ προστάτας ἔχων τοὺς περὶ
3.1.10
Εὐσέβιον καὶ διὰ τοῦτο σπουδάζων κατὰ τῆς ἐκκλη σίας πείθει τοὺς ἐθνικοὺς δήμους
3.1.11
τούς τε Ἰουδαίους καὶ τοὺς ἀτάκτους ἐπαγγελίαις, ἃς καὶ ὕστερον ἐπεδίδου, καὶ
3.1.12
παροξύνει καὶ ἀθρόως αὐτοὺς μετὰ ξιφῶν καὶ ῥοπάλων ἀφίησι 3. 3 κατὰ τῶν λαῶν
3.1.13
εἰς τὰς ἐκκλησίας. καὶ τί γέγονεν ἐκ τούτων οὐκέτι λοιπὸν ἁπλῶς εἰπεῖν· οὔτε γὰρ
3.1.14
ἀξίως σημᾶναι δυνατὸν οὔτε χωρὶς δακρύων καὶ θρήνων μνημονεύσειεν ἄν τις κἂν
3.1.15
τῶν ὀλίγων. ποῖα γὰρ παρὰ τοῖς ἀρχαίοις τετραγῴδηται τοιαῦτα; ἢ τί τοιοῦτον ἐν
3.1.16
διωγμῷ καὶ πολέμῳ γέγονέ ποτε; ἡ μὲν ἐκκλησία καὶ τὸ ἅγιον βαπτιστήριον
3.1.17
πυρπολεῖται, εὐθέως δὲ οἰμωγαὶ καὶ ὀλολυγαὶ καὶ θρῆνος ἦν κατὰ τὴν πόλιν,
3.1.18
ἀγανακ τούντων καὶ τῶν πολιτῶν ἐπὶ τοῖς γιγνομένοις καὶ καταβοώντων τοῦ
3.1.19
ἡγεμόνος καὶ τὴν 3. 4 βίαν μαρτυρομένων. παρθένοι γὰρ ἅγιαι καὶ ἀμίαντοι
3.1.20
ἐγυμνοῦντο καὶ ἔπασχον ἃ μὴ θέμις, μὴ ἀνεχόμεναι δὲ ἐκινδύνευον· μονάζοντες
3.1.21
κατεπατοῦντο καὶ ἀπέθνησκον, καὶ 3. 5 οἱ μὲν ἐδισκεύοντο, οἱ δὲ ξίφεσι καὶ ῥοπάλοις
3.1.22
ἀνῃροῦντο, ἄλλοι δὲ ἐτραυματίζοντο. ἐπὶ δὲ τῆς ἁγίας τραπέζης ἡλίκη ἀσέβεια καὶ
3.1.23
παρανομία γέγονεν. ὄρνεα καὶ στροβίλους ἐθυ σίαζον εὐφημοῦντες μὲν ἑαυτῶν τὰ
3.1.24
εἴδωλα, δυσφημοῦντες δὲ ἐν αὐταῖς ταῖς ἐκκλησίαις τὸν κύριον καὶ σωτῆρα ἡμῶν
3.1.25
Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος. τὰς θείας τῶν γραφῶν βίβλους, ἃς
3.1.26
εὕρισκον ἐν τῇ ἐκκλησίᾳ, κατέκαιον. εἰς δὲ τὸ ἅγιον βαπτιστήριον, φεῦ τῆς τόλμης,
3.1.27
οἱ κυριοκτόνοι Ἰουδαῖοι καὶ οἱ ἄθεοι ἐθνικοὶ ἀφυλάκτως εἰσερχόμενοι τοι αῦτα
3.1.28
αἰσχρὰ διεπράττοντο καὶ ἐλάλουν γυμνοῦντες ἑαυτούς, ὡς αἰσχύνεσθαι καὶ λέγειν
3.6.1
αὐτά. καί τινες ἀσεβεῖς ἄνδρες τὰ πικρὰ τῶν διωγμῶν μιμούμενοι παρθένων καὶ
3.6.2
ἐγκρατῶν κρατοῦντες εἷλκον καὶ διασύροντες ἐβιάζοντο βλασφημεῖν καὶ ἀρνεῖσθαι
3.6.3
τὸν κύριον καὶ μὴ ἀρνουμένας κατέκοπτον καὶ κατεπάτουν.

Intertext edge

Open linked passage

Note