Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula encyclica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Καὶ πρὸς τούτοις ἡ θαυμαστὴ καὶ λαμπρὰ εἴσοδος Γρηγορίου τοῦ
4.1.2
Ἀρειανοῦ ἡδο μένη τοῖς τοιούτοις κακοῖς, ὥσπερ ἔπαθλον καὶ μισθὸν τῆς τοιαύτης
4.1.3
παρανόμου νίκης παρέχουσα τοῖς ἐθνικοῖς καὶ τοῖς Ἰουδαίοις καὶ τοῖς τὰ τοιαῦτα
4.1.4
καθ' ἡμῶν ἐργασαμένοις εἰς πρέδαν δέδωκε τὴν ἐκκλησίαν. καὶ τῆς τοιαύτης
4.1.5
παρανομίας καὶ ἀταξίας συγχωρη 4. 2 θείσης τὰ πολέμων λοιπὸν χείρονα καὶ λῃστῶν
4.1.6
ὠμότερα ἐγίνετο. οἱ μὲν γὰρ τὰ ἀπαν τῶντα διήρπαζον, οἱ δὲ τὰς ἀποκειμένας τινῶν
4.1.7
παραθήκας διῃροῦντο, τὸν οἶνον πολὺν ὄντα ἢ ἔπινον ἢ ἐξεκένουν ἢ ἀπέφερον, τὸ
4.1.8
ἀποκείμενον ἔλαιον ἥρπαζον, τὰς θύρας καὶ τοὺς καγκέλλους ὡς σκύβαλα ἕκαστος
4.1.9
ἐβάσταζε, τὰς λυχνίας παραυτὰ ἐν τῷ Τυχαίῳ ἀπετίθεντο, τοὺς κηρίωνας τῆς
4.1.10
ἐκκλησίας τοῖς εἰδώλοις ἀνῆπτον, καὶ ὅλως ἁρπαγὴ καὶ θάνατος 4. 3 ἦν ἐν τῇ
4.1.11
ἐκκλησίᾳ. καὶ οὐκ ᾐδοῦντο οἱ δυσσεβεῖς Ἀρειανοὶ τούτων γινομένων, ἀλλ' ἔτι
4.1.12
χείρονα καὶ ὠμότερα προσετίθουν· πρεσβύτεροι γὰρ καὶ λαικοὶ ἐξέσθησαν, παρθένοι
4.1.13
ἀπο μαφορτιζόμεναι ἀπήγοντο εἰς τὸ βῆμα τοῦ ἡγεμόνος καὶ εἰς τὴν φυλακὴν
4.1.14
ἐβάλλοντο, ἄλλοι δὲ ἐδημεύθησαν, ἐμαστίχθησαν, οἱ ἄρτοι τῶν λειτουργῶν καὶ τῶν
4.1.15
παρθένων ἐκω λύθησαν. ταῦτα δὲ ἐγίνετο ἐν αὐτῇ τῇ ἁγίᾳ τεσσαρακοστῇ περὶ τὸ
4.1.16
πάσχα, ὅτε οἱ μὲν ἀδελφοὶ ἐνήστευον, ὁ δὲ θαυμαστὸς Γρηγόριος τὸν Καιάφα τρόπον
4.1.17
ἀναλαβὼν μετὰ Πιλάτου 4. 4 τοῦ ἡγεμόνος κατὰ τῶν εἰς Χριστὸν εὐσεβούντων
4.1.18
ἐνεπαροίνει. ἐν παρασκευῇ γοῦν εἰσερχόμενος εἰς μίαν τῶν ἐκκλησιῶν μετὰ τοῦ
4.1.19
ἡγεμόνος καὶ τῶν ἐθνικῶν δήμων ὡς ἀπο στρεφομένους εἶδε τοὺς λαοὺς τὴν βιαίαν
4.1.20
εἴσοδον αὐτοῦ, ἐποίησε τὸν ὠμότατον ἡγεμόνα ἐν μιᾷ ὥρᾳ τριάκοντα καὶ τέσσαρας
4.1.21
παρθένους καὶ ὑπάνδρους καὶ εὐγενεῖς ἄνδρας μαστίξαι 4. 5 δημοσίᾳ καὶ εἰς τὸ
4.1.22
δεσμωτήριον ἐμβαλεῖν, ἐν οἷς μίαν παρθένον φιλολογοῦσαν καὶ τὸ ψαλτήριον ἔτι
4.1.23
κατέχουσαν ἐν ταῖς χερσὶ μαστιχθῆναι πεποίηκε δημοσίᾳ· καὶ τὸ μὲν βιβλίον

Intertext edge

Open linked passage

Note