Epistula encyclica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
ὑπὸ τῶν δημίων διηρπάσθη, αὐτὴ δὲ ἡ παρθένος εἰς τὴν φυλακὴν
5.1.2
καθείρχθη. Τούτων γενομένων οὐχ ἡσύχαζον οὐδὲ εἰς τὰ ἑξῆς, ἀλλ' ἐβουλεύοντο καὶ
5.1.3
ἐν τῇ ἄλλῃ ἐκκλησίᾳ, ἔνθα μάλιστα ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις ᾤκουν, τὰ αὐτὰ
5.1.4
τοῖς προτέροις ποιῆσαι. ἐσπούδαζον δὲ τὴν μανίαν ἑαυτῶν καὶ εἰς αὐτὴν τὴν
5.1.5
ἐκκλησίαν ἐπεκτεῖναι, 5. 2 ἵνα με θηρεύσαντες ἀνέλωσιν. ὃ καὶ ἔπαθον ἂν, εἰ μὴ ἡ
5.1.6
τοῦ θεοῦ χάρις ἐβοήθησεν, ἵνα μόλις ἐκφύγω καὶ ὑπαγορεῦσαι κἂν τὰ ὀλίγα δυνηθῶ.
5.1.7
ἐγὼ γὰρ θεωρῶν αὐτοὺς ἔσχατα λυσσῶντας καὶ λογισάμενος, ἵνα μήτε ἡ ἐκκλησία
5.1.8
βλαβῇ καὶ αἱ ἐν αὐτῇ παρθένοι πάθωσι καὶ θάνατοι πάλιν γένωνται καὶ δεύτερον οἱ
5.1.9
λαοὶ ὑβρισθῶσιν, ὑπέκλεψα ἐμαυτὸν τῶν λαῶν μνησθεὶς τοῦ σωτῆρος λέγοντος·
5.1.10
«ἐὰν ὑμᾶς διώκωσιν εἰς τήνδε τὴν πόλιν, φεύγετε εἰς 5. 3 τὴν ἑτέραν». ἤιδειν γὰρ
5.1.11
αὐτούς, ἀφ' ὧν ἔπραξαν εἰς τὴν ἑτέραν ἐκκλησίαν κακῶν, μηδὲν τῶν δεινῶν καὶ
5.1.12
κατὰ τῆς ἄλλης παραιτουμένους· ὅπου γε οὐδὲ αὐτὴν τὴν κυριακὴν τῆς ἁγίας ἑορτῆς
5.1.13
ᾐδέσθησαν, ἀλλὰ καὶ ἐν αὐτῇ τοὺς τῆς ἐκκλησίας ἀνθρώπους εἰς φυλακὴν
5.1.14
καθεῖρξαν· ὅτε ὁ μὲν κύριος τοὺς πάντας ἐκ τῶν τοῦ θανάτου δεσμῶν ἠλευθέρωσεν,
5.1.15
ὁ δὲ Γρηγόριος καὶ οἱ σὺν αὐτῷ ὥσπερ ἀντιμαχόμενοι τῷ σωτῆρι καὶ θαρροῦντες τῇ
5.1.16
τοῦ ἡγε μόνος προστασίᾳ τὴν ἐλευθέριον ἡμέραν τοῖς τοῦ Χριστοῦ δούλοις πένθος
5.1.17
πεποιήκασιν. 5. 4 οἱ μὲν γὰρ Ἕλληνες ηὐφραίνοντο δυσωπούμενοι τὴν ἡμέραν, ὁ δὲ
5.1.18
Γρηγόριος ἴσως ἐντολὰς πληρῶν τῶν περὶ Εὐσέβιον πενθεῖν ἠνάγκαζε τότε τοὺς
5.1.19
Χριστιανοὺς τῇ κακώσει τῶν δεσμῶν. διὰ ταύτης τοίνυν τῆς βίας ὁ ἡγεμὼν ἥρπασε
5.1.20
τὰς ἐκκλησίας καὶ ἁρπάσας Γρη γορίῳ καὶ τοῖς Ἀρειομανίταις παρέδωκε. καὶ οἱ μὲν
5.1.21
ἐκκήρυκτοι παρ' ἡμῶν διὰ τὴν ἀσέ βειαν γενόμενοι ἐγκαυχῶνται τῇ ἁρπαγῇ τῶν
5.1.22
ἐκκλησιῶν, ὁ δὲ τοῦ θεοῦ λαὸς καὶ οἱ κληρικοὶ τῆς καθολικῆς ἐκκλησίας βιάζονται ἢ
5.1.23
κοινωνεῖν τῇ ἀσεβείᾳ τῶν αἱρετικῶν Ἀρειανῶν ἢ 5. 5 μὴ εἰσέρχεσθαι εἰς τὰς
5.1.24
ἐκκλησίας. καὶ γὰρ καὶ τοῖς ναυκλήροις καὶ τοῖς ἄλλοις τοῖς τὴν θάλατταν πλέουσιν
5.1.25
οὐκ ὀλίγην βίαν καὶ ἀνάγκην ἐπέθηκεν ὁ Γρηγόριος διὰ τοῦ ἡγεμόνος βασανίζων
5.1.26
καὶ μαστίζων, ἄλλους δὲ καὶ δεσμεύων καὶ εἰς τὸ δεσμωτήριον ἐμβάλλων, ἵνα μηδὲ
5.1.27
ἀντιλέγωσι τῇ παρανομίᾳ αὐτοῦ, ἀλλὰ καὶ γράμματα παρ' αὐτοῦ λαμβάνωσι. 5. 6 καὶ
5.1.28
ἵνα μὴ ἄχρι τούτων ἀρκεσθῇ, ἀλλὰ καὶ τοῦ αἵματος ἡμῶν ἐμφορηθῇ, πεποίηκε τὸν
5.1.29
ὠμότατον καὶ συνεργὸν αὐτοῦ ἡγεμόνα ψήφισμα ὡς ἐκ προσώπου τοῦ λαοῦ κατ'
5.1.30
ἐμοῦ γράψαι τῷ εὐσεβεστάτῳ βασιλεῖ Κωνσταντίῳ ἐπίφθονα ῥήματα περιέχον, ἀφ'
5.1.31
οὗ μὴ μόνον ἐστὶ φυγεῖν, ἀλλὰ καὶ μυρίους θανάτους προσδοκᾶν. καὶ ὁ μὲν τὸ
5.1.32
ψήφισμα γράψας ἐστὶ παραβάτης ἐκ Χριστιανῶν καὶ εἴδωλα ἀναισχύντως
5.1.33
προσκυνῶν, οἱ δὲ ὑπογράψαντές εἰσιν 5. 7 ἐθνικοὶ καὶ νεωκόροι τῶν εἰδώλων καὶ
5.1.34
σὺν αὐτοῖς Ἀρειανοί. καὶ ἵνα μὴ πολὺς ἐν τῷ γράφειν γίγνωμαι, διωγμός ἐστιν
5.1.35
ἐνταῦθα καὶ διωγμὸς οἷος οὐδέποτε γέγονε κατὰ τῆς ἐκκλησίας. ὅλως μὲν γὰρ ἐν τῷ
5.1.36
πρὸ τούτου διωγμῷ κἂν φεύγων τις προσηύχετο καὶ κρυπτόμενος ἐβαπτίζετο, ἄρτι
5.1.37
δὲ ἡ πολλὴ ὠμότης καὶ τὴν βαβυλωνίαν ἀθεότητα ἐνίκη 5. 8 σεν. ὡς γὰρ οἱ τότε κατὰ
5.1.38
τοῦ Δανιήλ, οὕτω καὶ ὁ θαυμαστὸς Γρηγόριος νῦν τοὺς ἐν ταῖς οἰκίαις
5.1.39
προσευχομένους διαβάλλει τῷ ἡγεμόνι καὶ τοὺς λειτουργοὺς μετὰ πάσης ὕβρεως
5.1.40
παρατηρεῖται, ὡς ἐκ τῆς τοιαύτης βίας πολλοὺς μὲν ἀβαπτίστους κινδυνεύειν,
5.1.41
πολλοὺς δὲ χωρὶς τῶν ἐπισκεπτομένων νοσεῖν καὶ ὀδύρεσθαι πικροτέραν τῆς νόσου
5.1.42
τὴν τοιαύτην συμφορὰν ἡγουμένους. τῶν γὰρ λειτουργῶν τῆς ἐκκλησίας
5.1.43
διωκομένων οἱ λαοὶ καταγινώσκοντες τῆς ἀσεβείας τῶν αἱρετικῶν Ἀρειανῶν
5.1.44
αἱροῦνται μᾶλλον οὕτω νοσεῖν καὶ κινδυνεύειν ἢ χεῖρα τῶν Ἀρειανῶν ἐλθεῖν ἐπὶ
5.1.45
τὴν κεφαλὴν αὐτῶν.