Epistula encyclica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Ἀρειανὸς οὖν ἐστιν ὁ Γρηγόριος καὶ τοῖς Ἀρειανοῖς ἀποσταλείς· οὐ γάρ τις
6.1.2
αὐτὸν ᾔτηται πλὴν μόνων αὐτῶν· καὶ διὰ τοῦτο ὡς μισθωτὸς καὶ ἀλλότριος δεινὰ
6.1.3
καὶ πικρὰ τοῖς τῆς καθολικῆς ἐκκλησίας λαοῖς ὡς οὐκ οὖσιν ἰδίοις διὰ τοῦ ἡγεμόνος
6.1.4
κατεργάζεται. 6. 2 ἐπειδὴ γὰρ Πιστόν, ὅνπερ πρότερον οἱ περὶ Εὐσέβιον τοῖς
6.1.5
Ἀρειανοῖς κατέστησαν, μετὰ τὸ γράψαι ἡμᾶς περὶ αὐτοῦ πάντες ὑμεῖς οἱ τῆς
6.1.6
καθολικῆς ἐκκλησίας ἐπίσκοποι διὰ τὴν ἀσέβειαν εἰκότως αὐτὸν ἀνεθεματίσατε καὶ
6.1.7
ἀπεκηρύξατε, τούτου ἕνεκα Γρηγόριον νῦν τὸν αὐτὸν τοῖς Ἀρειανοῖς
6.1.8
ἀπέστειλαν. εἶτα, ἵνα μὴ καὶ δεύτερον αἰσχύνην ὀφλήσωσι γραφόντων ἡμῶν πάλιν
6.1.9
κατ' αὐτῶν, διὰ τοῦτο τῇ ἔξωθεν βίᾳ καθ' ἡμῶν ἐχρήσαντο, ἵνα τῶν ἐκκλησιῶν
6.1.10
περικρατήσαντες δόξωσιν ἐκφεύγειν τὴν τῶν Ἀρειανῶν ὑπόνοιαν. 6. 3 ἀλλ'
6.1.11
ἐσφάλησαν καὶ ἐν τούτῳ· οὐδεὶς γὰρ τῶν τῆς ἐκκλησίας ἀνθρώπων ἐστὶ μετ' αὐτῶν,
6.1.12
εἰ μὴ μόνοι οἱ αἱρετικοὶ καὶ οἱ δι' αἰτίας ἐκβληθέντες καὶ ὅσοι διὰ τὴν ἀνάγκην τοῦ
6.1.13
ἡγεμόνος ὑποκρίνονται. τοῦτο δὲ τῶν περὶ Εὐσέβιόν ἐστι τὸ δραματούργημα· ταῦτα
6.1.14
οἱ περὶ Εὐσέβιον ἔκπαλαι μὲν ἐμελέτων καὶ συνετίθουν, νῦν δὲ καὶ ἴσχυσαν πρᾶξαι
6.1.15
διὰ τὰς διαβολάς, ἃς διέβαλλον ἡμᾶς βασιλεῖ. ἀμέλει οὐδὲ οὕτως ἡσυχάζουσιν, ἀλλὰ
6.1.16
καὶ οὕτως ἡμᾶς ἀποκτεῖναι ζητοῦσι καὶ τοῖς γνωρίμοις ἡμῶν φοβεροὺς ἑαυτοὺς
6.1.17
δεικνύουσιν, ὡς πάντας γαδεύεσθαι καὶ θάνατον παρ' αὐτῶν προσδοκᾶν. ἀλλ'
6.1.18
οὐ διὰ ταῦτα καὶ ὑμᾶς αὐτῶν τὴν παρανομίαν καταπτῆξαι χρή, ἀλλὰ μᾶλλον καὶ
6.1.19
ἐκδικῆσαι καὶ ἀγανακτῆσαι κατὰ τῶν οὕτως καινοτομηθέντων καθ' ἡμῶν. εἰ γὰρ
6.1.20
πάσχοντος μέλους ἑνὸς «συμπάσχει πάντα τὰ μέλη» καὶ κατὰ τὸν μακάριον
6.1.21
ἀπόστολον «κλαίειν μετὰ κλαιόντων» δεῖ, πασχούσης τῆς τηλικαύτης ἐκκλησίας
6.1.22
ἕκαστος ὡς αὐτὸς πάσχων ἐκδικείτω τὸ πρᾶγμα. κοινὸς γάρ ἐστιν ὁ σωτὴρ ὁ ὑπ'
6.1.23
αὐτῶν βλασφημούμενος, καὶ πάντων εἰσὶν οἱ κανόνες οἱ ὑπ' αὐτῶν 6. 5
6.1.24
παραλυόμενοι. ἆρα γὰρ εἰ, καθεζομένων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ καὶ συναγομένων τῶν
6.1.25
λαῶν χωρίς τινος μέμψεως, εἴ τις ἐξαίφνης διὰ προστάγματος διάδοχος ἐληλύθει
6.1.26
καθ' ἑνὸς ὑμῶν καὶ τοιαῦτα ἐγεγόνει καθ' ὑμῶν, οὐκ ἂν ἠγανακτήσατε; οὐκ ἂν
6.1.27
ἠξιώσατε ἐκδικηθῆναι; διὰ τοῦτο ἀγανακτῆσαι ὑμᾶς δίκαιόν ἐστιν, ἵνα μὴ τούτων
6.1.28
σιωπωμένων κατ' ὀλίγον καὶ εἰς ἑκάστην ἐκκλησίαν τὸ τοιοῦτον κακὸν διαβῇ καὶ
6.1.29
λοιπὸν ἐμπόριον καὶ ἀγοραῖον τὸ καθ' ἡμᾶς διδασκαλεῖον γένηται.