Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.1
Γράφει τοίνυν τότε Κωνστάντιος, πάντας δὲ διώκει καὶ πέμπει Φιλάγριον ἔπαρχον καὶ Ἀρσάκιόν τινα εὐνοῦχον, πέμπει δὲ καὶ Γρηγόριον μετὰ στρατιωτικῆς ἐξουσίας. καὶ τοιαῦτα γέγονεν, οἷα καὶ τὸ πρότερον. συναγαγόντες γὰρ πλῆθος βουκόλων καὶ ποιμένων ἄλλων τε ἀγοραίων καὶ ἀσελγῶν νεωτέρων μετὰ ξιφῶν καὶ ῥοπάλων ἐπῆλθον 10. 2 ἀθρόως τῇ ἐκκλησίᾳ τῇ καλουμένῃ Κυρίνου. καὶ τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ κατεπά τησαν, ἄλλους τε πληγαῖς κατακόψαντες εἰς δεσμωτήριον ἐνέβαλον καὶ ἐξώριζον, πολλάς τε γυναῖκας κατασύροντες εἷλκον εἰς τὸ δικαστήριον δημοσίᾳ καὶ τῶν τριχῶν ἕλκοντες ὕβριζον, ἄλλους ἐδήμευον, ἄλλων ἄρτους ἀφῃροῦντο δι' οὐδὲν ἕτερον, ἢ ἵνα τοῖς Ἀρειανοῖς προσθῶνται καὶ Γρηγόριον δέξωνται τὸν ἀπὸ βασιλέως ἀποσταλέντα.