Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Ἀθανάσιος μὲν οὖν καὶ πρὶν γενέσθαι ταῦτα καὶ μόνον ἀκούσας ἔπλευσεν εἰς τὴν Ῥώμην εἰδώς τε τὸν θυμὸν τῶν αἱρετικῶν, καὶ ἵνα, ὡς ἤρεσεν, ἡ σύνοδος γένηται· ὁ δὲ Ἰούλιος γράφει καὶ πέμπει πρεσβυτέρους, Ἐλπίδιον καὶ Φιλόξενον, ὁρίσας καὶ θεσμίαν, ἵνα ἢ ἔλθωσιν ἢ γινώσκοιεν ἑαυτοὺς ὑπόπτους εἶναι κατὰ πάντα. ἀλλ' οἱ περὶ Εὐσέβιον ὡς μόνον ἤκουσαν ἐκκλησιαστικὴν ἔσεσθαι κρίσιν, ἐν ᾗ κόμης οὐ παρα γίγνεται, οὐ στρατιῶται πρὸ τῶν θυρῶν, οὐ βασιλικῷ προστάγματι τὰ τῆς συνόδου τελειοῦται (ἐν τούτοις γὰρ ἀεὶ κατὰ τῶν ἐπισκόπων ἴσχυσαν καὶ ἄνευ τούτων οὐδ' ὅλως λαλῆσαι θαρροῦσιν), οὕτω κατέπτηξαν, ὡς τοὺς μὲν πρεσβυτέρους κατασχεῖν καὶ μετὰ τὴν προθεσμίαν, πλάσασθαι δὲ πρόφασιν ἀπρεπῆ ὅτι «μὴ δυνάμεθα νῦν ἐλθεῖν διὰ τοὺς 11. 3 παρὰ Περσῶν γιγνομένους πολέμους». τοῦτο δὲ οὐκ ἦν ἀληθές, ἀλλὰ φόβος τοῦ συνειδότος. τί γὰρ κοινὸν πόλεμος πρὸς ἐπισκόπους; ἢ διατί μὴ δυνάμενοι διὰ τοὺς Πέρσας εἰς Ῥώμην ἐλθεῖν καίτοι μακρὰν ἀπέχουσαν καὶ πέραν θαλάττης οὖσαν τοὺς τῆς ἀνατολῆς τόπους καὶ τοὺς ἐγγὺς ἐκείνων περιήρχοντο ὡς λέοντες ζητοῦντες, τίς αὐτοῖς ἐναντιοῦται, ἵνα διαβάλλοντες ἐξορίσωσιν;