Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.1
Ἀμέλει τοὺς πρεσβυτέρους ἀπολύσαντες ἐπὶ τῇ ἀπιθάνῳ ταύτῃ προφάσει συνε λάλουν ἀλλήλοις· «ἐπεὶ μὴ δυνάμεθα ἐκκλησιαστικῇ κρίσει κρατεῖν, τὴν συνήθη τόλμαν ἐπιδειξώμεθα». γράφουσι τοίνυν Φιλαγρίῳ καὶ ποιοῦσιν αὐτὸν μετὰ Γρηγορίου κατ' ὀλίγον ἐξελθεῖν εἰς τὴν Αἴγυπτον καὶ λοιπὸν ἐπίσκοποι μαστίζονται καὶ ἐδεσμοῦντο 12. 2 πικρῶς. Σαραπάμμωνα γοῦν ἐπίσκοπον ὁμολογητὴν ἐξορίζουσι, Ποτάμωνα δὲ ἐπίσκοπον ὁμολογητὴν ἀπολέσαντα καὶ αὐτὸν τὸν ὀφθαλμὸν ἐν τῷ διωγμῷ οὕτω κατέκοψαν ταῖς καταυχενίοις πληγαῖς, ὡς μὴ πρότερον παύσασθαι, πρὶν ἂν νομισθῆναι τὸν ἄνθρωπον νεκρόν. οὕτω γοῦν ἐρρίφη καὶ μόγις μετὰ ὥρας θεραπευόμενος καὶ διαρρι πιζόμενος ἀνέπνευσε τοῦ θεοῦ δεδωκότος τὸ ζῆν. ἀλλὰ μετὰ χρόνον ὀλίγον ἐκ τοῦ πόνου 12. 3 τῶν πληγῶν ἀπέθανεν ἔχων ἐν Χριστῷ τὸ καύχημα δευτέρου μαρτυρίου. πόσοι τε ἄλλοι μονάζοντες ἐμαστίζοντο καθεζομένου Γρηγορίου μετὰ Βαλακίου τοῦ λεγομένου δουκός, πόσοι ἐπίσκοποι ἐκόπτοντο, πόσαι παρθένοι ἐτύπτοντο.

Intertext edge

Open linked passage

Note