Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1.1
Εἶτα ὁ ἄθλιος Γρηγόριος μετὰ ταῦτα παρεκάλει πάντας κοινωνεῖν αὐτῷ· καίτοι εἰ κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀποστειλάντων πληρῶσαι καὶ τὴν αἵρεσιν συστῆσαι. διὰ τοῦτο καὶ ἀνδροφόνος γέγονε καὶ δήμιος καὶ 13. 2 ὑβριστὴς καὶ δόλιος καὶ βέβηλος καὶ τὸ ὅλον χριστομάχος ὁ ἀνόητος. τὴν γοῦν τοῦ ἐπισκόπου θείαν οὕτως ἐδίωξεν, ὡς μηδὲ ἀποθανοῦσαν ἀφεῖναι ταφῆναι. καὶ τοῦτ' ἂν ἐγεγόνει καὶ ἄταφος ἐρρίφη, εἰ μὴ οἱ ὑποδεξάμενοι αὐτὴν ὡς ἴδιον νεκρὸν ἐξήνεγκαν· 13. 3 οὕτω καὶ ἐν τούτοις εἶχεν ἀνόσιον τὸν τρόπον. καὶ γὰρ καὶ χηρῶν καὶ ἄλλων ἀνεξόδων λαβόντων ἐλεημοσύνην ἐκέλευε τὰ δεδομένα διαρπάζεσθαι καὶ τὰ ἀγγεῖα, ἐν οἷς ἔφερον τὸ ἔλαιον καὶ τὸν οἶνον, κατεάσσασθαι, ἵνα μὴ μόνον λαβὼν ἀσεβήσῃ, ἀλλὰ καὶ ἔργοις ἀτιμάζῃ τὸν κύριον ἀκουσόμενος ὅσον οὐδέπω παρ' αὐτοῦ· «ἐφ' ὅσον ἠτίμασας τούτους, ἐμὲ ἠτίμασας».