Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1.1
Πολλά τε ἕτερα ἐποίει, ἃ καὶ λόγου φράσιν ὑπεραίρει καὶ ἀκούσας τις ἄπιστα νομίσειε. ταῦτα δὲ διὰ τοῦθ' οὕτως ἔπραττεν, ἐπεὶ μήτε ἐκκλησιαστικῷ κανόνι τὴν κατά στασιν εἶχε μήτε ἀποστολικῇ παραδόσει κληθεὶς ἦν ἐπίσκοπος· ἀλλ' ἐκ παλατίου μετὰ στρατιωτικῆς ἐξουσίας καὶ φαντασίας ἀπέσταλτο ὥσπερ ἀρχὴν κοσμικὴν ἐγκεχειρισμένος.
14.2.1
διὰ τοῦτο καὶ ἀρχόντων μᾶλλον ηὔχετο φίλος εἶναι ἢ ἐπισκόπων καὶ μοναζόντων. εἴ ποτε οὖν καὶ ὁ πατὴρ Ἀντώνιος ἐκ τοῦ ὄρους ἔγραφεν, ὥσπερ βδέλυγμα ἁμαρτωλῷ 14. 3 θεοσέβεια οὕτως ἐβδελύσσετο τὰ τοῦ ἁγίου γράμματα. εἴ ποτε δὲ βασιλεὺς ἢ στρα τηλάτης ἢ ἄλλος δικαστὴς ἐπέστελλεν, οὕτω περιχαρὴς ἐγίγνετο ὡς οἱ ἐν ταῖς Παροιμίαις, καθὼς σχετλιάζων ἔλεγεν ὁ λόγος· «ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, οἱ εὐφραι 14. 4 νόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῶν». ἀμέλει τοὺς μὲν ταῦτα κομίζοντας ἐτίμα χρήμασιν, Ἀντωνίου δέ ποτε γράψαντος πεποίηκε τὸν δοῦκα Βαλάκιον καταπτῦσαι τῆς ἐπιστολῆς καὶ ταύτην ἀπορρίψαι. ἀλλ' οὐ παρεῖδεν ἡ θεία δίκη, μετ' οὐ πολὺ γὰρ τὸν λεγόμενον δοῦκα ἐπικαθήμενον ἵππῳ καὶ ἀπερχόμενον εἰς τὴν πρώτην μονὴν ἐπιστραφεὶς ὁ ἵππος καὶ δακὼν εἰς τὸν μηρὸν κατέβαλε καὶ τριῶν ἡμερῶν ἀπέθανεν.

Intertext edge

Open linked passage

Note