Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1.1
Ἐκεῖνοι μὲν οὖν οὕτως ἔπραττον κατὰ πάντων, ἐν δὲ τῇ Ῥώμῃ συνελθόντες ἐπίσκοποί που πεντήκοντα τοὺς μὲν περὶ Εὐσέβιον ὡς ὑπόπτους καὶ φοβηθέντας ἐλθεῖν οὐκ ἀπε δέξαντο, ἀλλὰ καὶ τὰ γραφέντα παρ' αὐτῶν ἠκύρωσαν, ἡμᾶς δὲ ἀπεδέξαντο καὶ τὴν 15. 2 πρὸς ἡμᾶς κοινωνίαν ἠγάπησαν. ἕως δὲ ταῦτα ἐγίγνετο, ἦλθεν εἰς γνῶσιν τοῦ βασιλέως Κώνσταντος ἥ τε ἐν Ῥώμῃ γενομένη σύνοδος καὶ τὰ ἐν τῇ Ἀλεξανδρείᾳ καὶ πάσῃ τῇ ἀνατολῇ κατὰ τῶν ἐκκλησιῶν γεγενημένα, καὶ γράφει τῷ ἀδελφῷ Κωνσταντίῳ καὶ λοιπὸν ἀμφοτέροις ἀρέσκει σύνοδον γενέσθαι καὶ διαγνωσθῆναι τὰ πράγματα, ἵν' οἱ μὲν ἀδικηθέντες μηκέτι πάσχωσιν, οἱ δὲ ἀδικοῦντες μηκέτι τοιαῦτα τολμᾶν δύνωνται.
15.3.1
συνέρχονται τοίνυν ἀπό τε τῆς ἀνατολῆς καὶ τῆς δύσεως ἐν τῇ Σερδῶν πόλει πλέον ἢ ἔλαττον ροʹ τὸν ἀριθμὸν ἐπίσκοποι. καὶ οἱ μὲν ἀπὸ τῆς δύσεως μόνοι ἦσαν ἐπίσκοποι ἔχοντες πατέρα τὸν Ὅσιον, οἱ δὲ ἀπὸ τῆς ἀνατολῆς ἐπήγοντο μεθ' ἑαυτῶν παιδαγωγοὺς καὶ συνηγόρους Μουσουνιανὸν κόμητα καὶ Ἡσύχιον τὸν καστρήσιον, δι' οὓς καὶ προ θύμως ἦλθον νομίζοντες μετ' ἐξουσίας αὐτῶν πάλιν πάντα πράττεσθαι. οὕτω γὰρ ἀεὶ διὰ τούτων φοβεροὺς ἑαυτοὺς ἐδείκνυον οἷς ἐβούλοντο καὶ ἐπεβούλευον οἷς ἂν αὐτοῖς 15. 4 ἐδόκει. ὡς δὲ ἀπαντήσαντες ἑωράκασιν ἐκκλησιαστικὴν δίκην μόνην γενομένην, ὡς ἑωράκασι τοὺς ἀφ' ἑκάστης ἐκκλησίας καὶ πόλεως κατηγόρους καὶ τοὺς κατ' αὐτῶν ἐλέγχους, ὡς ἑωράκασιν Ἄρειον καὶ Ἀστέριον, τιμίους ἐπισκόπους, ἀνελθόντας μὲν σὺν αὐτοῖς, ἀποπηδήσαντας δὲ ἀπ' αὐτῶν καὶ ἐλθόντας μεθ' ἡμῶν διηγουμένους τε τὴν πανουργίαν ἐκείνων, ὡς ὕποπτοι εἶεν ἐν τοῖς πράγμασι καὶ φοβοῦνται κρίσιν γενέσθαι, μὴ ἐλεγχθῶσι παρ' ἡμῶν μὲν συκοφάνται, παρὰ δὲ τῶν ἐπλάσαντο κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φοβουμένους, ὡς ἑωράκασι 15. 5 καὶ τὴν ἡμῶν προθυμίαν, ἀποκλείουσιν ἑαυτοὺς ἐν τῷ παλατίῳ· ἐκεῖ γὰρ ᾤκουν. καὶ λοιπὸν ἀλλήλοις συνελάλουν· «ἤλθομεν ἐπ' ἄλλοις καὶ ἄλλα βλέπομεν· ἀπηντήσαμεν μετὰ κομήτων καὶ χωρὶς κομήτων ἡ κρίσις γίνεται· κατακρινόμεθα πάντως. οἴδατε πάντες τὰ προστάγματα· ἔχουσιν οἱ περὶ Ἀθανάσιον τὰ ἐν τῷ Μαρεώτῃ ὑπομνήματα, ἐξ ὧν αὐτὸς μὲν καθαρίζεται, ἡμεῖς δὲ καταισχυνόμεθα. τί δὴ οὖν μέλλομεν; τί βραδύ νομεν; πλασώμεθα προφάσεις καὶ ἀπέλθωμεν, μὴ μένοντες κατακριθῶμεν. βέλτιον φεύ γοντας ἐρυθριᾶν ἢ ἐλεγχθέντας συκοφάντας κατακρίνεσθαι. ἐὰν φύγωμεν, δυνάμεθά πως κἂν τῆς αἱρέσεως προίστασθαι· ἐὰν δὲ καὶ φεύγοντας ἡμᾶς κατακρίνωσιν, ἀλλ' ἔχομεν βασιλέα προστάτην τὸν μὴ ἀφιέντα ἡμᾶς ὑπὸ τῶν λαῶν ἐκβάλλεσθαι ἀπὸ τῶν ἐκκλησιῶν».

Intertext edge

Open linked passage

Note