Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1.1
Τοιαῦτα μὲν οὖν ἐκεῖνοι διελογίζοντο· Ὅσιος δὲ καὶ οἱ ἄλλοι πάντες ἐπίσκοποι πυκνότερον αὐτοῖς ἐσήμαινον τὴν προθυμίαν τῶν περὶ Ἀθανάσιον καὶ ὡς «ἕτοιμοι πρὸς ἀπολογίαν εἰσὶν ἐπαγγελλόμενοι διελέγχειν ὑμᾶς συκοφάντας», ἔλεγόν τε «εἰ φοβεῖσθε 16. 2 τὴν κρίσιν, τί ἀπηντᾶτε; ἔδει γὰρ ἢ μὴ ἐλθεῖν ἢ ἐλθόντας μὴ φεύγειν». ἐκεῖνοι ταῦτα ἀκούοντες καὶ μᾶλλον καταπλήξαντες ἀπρεπεστέρᾳ τῆς ἐν Ἀντιοχείᾳ προφάσεως ἄλλῃ προφάσει χρησάμενοι, ὡς βασιλέως αὐτοῖς ἐπινίκια κατὰ Περσῶν γράψαντος, ἐπεχείρησαν φεύγειν. καὶ ταύτην τὴν πρόφασιν οὐκ αἰδεσθέντες ἔπεμψαν δι' Εὐσταθίου πρεσβυτέρου 16. 3 τῆς κατὰ Σαρδικὴν ἐκκλησίας. ἀλλ' οὐδὲ οὕτως αὐτοῖς ἡ φυγὴ καταθυμίως ἀπέβη· εὐθὺς γὰρ ἡ ἁγία σύνοδος, ἧς προήγορος ἦν ὁ μέγας Ὅσιος, ἔγραψεν αὐτοῖς φανερῶς· «ἢ ἀπαντήσατε ἀπολογησόμενοι πρὸς τὰς ἐπιφερομένας καθ' ὑμῶν κατηγορίας καὶ ἃς εἰργάσασθε συκοφαντίας, ἢ γινώσκετε ὅτι ὑμᾶς μὲν ὡς ὑπευθύνους ἡ σύνοδος κατα κρίνει, τοὺς δὲ περὶ Ἀθανάσιον ἐλευθέρους καὶ καθαροὺς ἀπὸ πάσης αἰτίας ἀποφαίνεται». ἐκεῖνοι τοίνυν ὑπὸ φόβου τοῦ συνειδότος ἠλαύνοντο μᾶλλον ἢ τοῖς γράμμασιν ἐπείθοντο· καὶ γὰρ τοὺς ἀδικηθέντας παρ' αὐτῶν ὁρῶντες οὐδὲ πρὸς τοὺς λέγοντας ἐπεστρέφοντο, ἀλλ' ὀξύτερον ἔφευγον.