Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.1
Ἐκείνων μὲν οὖν οὕτως αἰσχρῶς καὶ ἀπρεπῶς γέγονεν ἡ φυγή, ἡ δὲ ἁγία σύνοδος ἡ ἀπὸ λεʹ καὶ πλέον ἐπαρχιῶν συναχθεῖσα ἐπιγνοῦσα τὴν τῶν Ἀρειανῶν κακοήθειαν ἐδέξατο τοὺς περὶ Ἀθανάσιον εἰς ἀπολογίαν περὶ ὧν πεπόνθασι κἀκεῖνοι κατηγόρησαν, 17. 2 καὶ οὕτως ἀπολογησαμένους, ἅπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἀπεδέξατο καὶ ὑπερ εθαύμασεν, ὥστε αὐτούς τε καὶ τὴν κοινωνίαν αὐτῶν ἀγαπῆσαι καὶ γράψαι πανταχοῦ γράψαι τε καὶ εἰς τὴν ἑκάστου παροικίαν καὶ μάλιστα εἰς Ἀλεξάνδρειαν καὶ τὴν Αἴγυπτον καὶ εἰς τὰς Λιβύας, Ἀθανάσιον μὲν καὶ τοὺς σὺν αὐτῷ καθαροὺς καὶ πάσης μέμψεως ἐκτὸς εἶναι, τοὺς δὲ κατ' αὐτῶν γενομένους συκοφάντας κακούργους καὶ πάντα μᾶλλον 17. 3 ἢ Χριστιανοὺς τυγχάνειν. ἀπέλυσαν γοῦν αὐτοὺς μετ' εἰρήνης, καθεῖλον δὲ Στέφανον καὶ Μηνόφαντον, Ἀκάκιον καὶ Γεώργιον τὸν ἐν Λαοδικείᾳ, Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Θεόδωρον καὶ Νάρκισσον. Γρηγόριον γὰρ τὸν ἀπὸ βασιλέως εἰς Ἀλεξάνδρειαν ἀποσταλέντα οὕτως ἀπεκήρυξαν ὡς μηδὲ ὅλως ἐπίσκοπον γενόμενον μηδὲ ὀφείλοντα Χριστιανὸν ὀνομάζεσθαι. ἠκύρωσαν γοῦν καὶ ἃς ἔδοξε καταστάσεις ποιεῖσθαι προσ τάξαντες μηδὲ αὐτὰς ὅλως ἐν ἐκκλησίαις ὀνομάζεσθαι διὰ τὸ καινὸν τῆς παρανομίας.