Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Οὕτω μὲν οὖν Ἀθανάσιος καὶ οἱ σὺν αὐτῷ ἀπελύθησαν μετ' εἰρήνης, τά τε γράμματα ἐν τῷ τέλει γέγραπται διὰ τὸ μῆκος τῆς ἐπιστολῆς, καὶ ἡ σύνοδος διαλέλυται, οἱ δὲ καθ αιρεθέντες δέον καὶ οὕτως ἠρεμεῖν, οἱ δὲ καὶ μετὰ τὴν οὕτως αἰσχρὰν φυγὴν κατελθόντες 18. 2 τοιαῦτα ἔδρασαν, ὡς ἐκ τούτων μικρὰς αὐτῶν τὰς προτέρας δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασιλεῖ Κωνσταντίῳ καὶ πεποιήκασιν ἀπὸ τῆς ἐκεῖ καλουμένης Φάβρικος δέκα λαικῶν ἀποτμηθῆναι τὰς κεφαλὰς ὑπουργοῦντος αὐτοῖς καὶ εἰς τοῦτο Φιλαγρίου πάλιν ἐκεῖ κόμητος γενομένου. καὶ τούτων τὰ μνήματα πρὸ τῆς πόλεώς ἐστιν, ἅπερ παρερχόμενοι καὶ ἡμεῖς ἑωράκαμεν. εἶτα ὥσπερ κατορθώσαντες, ὅτι διὰ τοῦτ' ἔφυγον, ἵνα μὴ ἐλεγχθῶσι συκοφάνται, ἅπερ ἐβούλοντο, ταῦτα καὶ βασιλεὺς 18. 3 ἐκέλευε. πεποιήκασι γοῦν καὶ ἀπὸ τῆς Ἀλεξανδρείας εἰς τὴν Ἀρμενίαν ἐξορισθῆναι πρεσβυτέρους δύο καὶ διακόνους τρεῖς. καὶ Ἄρειον μὲν καὶ Ἀστέριον, τὸν μὲν ἀπὸ Πέτρων τῆς Παλαιστίνης, τὸν δὲ ἀπὸ τῆς Ἀραβίας, ἐπισκόπους τοὺς ἀποπηδήσαντας ἀπ' αὐτῶν οὐ μόνον ἐξώρισαν εἰς τὴν ἄνω Λιβύην, ἀλλὰ καὶ ὕβρεων μετασχεῖν αὐτοὺς πεποιήκασι, 19. 1 Λούκιον δὲ τὸν τῆς Ἀδριανουπόλεως ἐπίσκοπον, ἐπειδὴ ἔβλεπον πολλῇ τῇ κατ' αὐτῶν παρρησίᾳ χρώμενον καὶ ἐλέγχοντα αὐτῶν τὴν ἀσέβειαν, πεποιήκασι πάλιν, ὥσπερ καὶ πρότερον, ἁλύσεσι σιδηραῖς δεθῆναι τὸν τράχηλον καὶ τὰς χεῖρας καὶ οὕτως ἐξώρισαν· 19. 2 ἔνθα καὶ ἐτελεύτησεν, ὡς ἐκεῖνοι γινώσκουσι. καὶ Διόδωρον μὲν ἐπίσκοπον ἐκτο πίζουσιν, Ὀλύμπιον δὲ τὸν ἀπὸ Αἴνων καὶ Θεόδουλον τὸν ἀπὸ τῆς Τραιανουπόλεως, ἀμφοτέρους ἀπὸ τῆς Θρᾴκης ἐπισκόπους, ἀγαθοὺς καὶ ὀρθοδόξους ἄνδρας, ἐπειδὴ ἑωράκασι μισοῦντας τὴν αἵρεσιν, διέβαλον, τὸ πρῶτον μὲν οἱ περὶ Εὐσέβιον καὶ ἔγραψε βασιλεὺς Κωνστάντιος, τὸ δεύτερον δὲ ὑπέμνησαν οὗτοι. ἦν δὲ τὰ γραφέντα μὴ μόνον ἐκβάλλεσθαι τῶν πόλεων καὶ τῶν ἐκκλησιῶν αὐτούς, ἀλλὰ καὶ κεφαλικὴν διδόναι δίκην, εἴ που εὑρεθεῖεν 19. 3 οὗτοι. τοῦτο δὲ εἰ καὶ θαυμαστόν, ἀλλ' οὐκ ἀλλότριον τῆς προαιρέσεως αὐτῶν, ὡς γὰρ μαθόντες τὸ τοιοῦτον ἀπὸ τῶν περὶ Εὐσέβιον καὶ ὥσπερ κληρονόμοι τῆς ἀσεβείας καὶ τῆς προαιρέσεως αὐτῶν τυγχάνοντες ἠθέλησαν ὡς οἱ πατέρες αὐτῶν ἐν τῇ Θρᾴκῃ, οὕτω καὶ οὗτοι ἐν τῇ Ἀλεξανδρείᾳ φοβεροὺς ἑαυτοὺς δεῖξαι, καὶ ποιοῦσι γραφῆναι, ὥστε τοὺς λιμένας καὶ τὰς εἰσόδους τῶν πόλεων τηρεῖσθαι, μήπως διὰ τὴν ἀπὸ τῆς 19. 4 συνόδου συγχώρησιν ἐπανέλθωσιν εἰς τὰς ἐκκλησίας. ποιοῦσι δὲ γραφῆναι καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ δικασταῖς περὶ Ἀθανασίου καὶ πρεσβυτέρων τινῶν ἐξ ὀνόματος, ἵνα, εἴτε ἐπίσκοπος εἴτε τις ἐξ ἐκείνων εὑρεθείη τῆς πόλεως ἢ τῶν ὅρων αὐτῆς ἐπιβάς, ἐξῇ τῷ δικαστῇ τῶν εὑρισκομένων τὰς κεφαλὰς ἀποτέμνειν. οὕτως ἡ ἰουδαικὴ νέα αἵρεσις οὐ μόνον ἀρνεῖται τὸν κύριον, ἀλλὰ καὶ φονεύειν μεμάθηκεν.

Intertext edge

Open linked passage

Note