Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Historia Arianorum Τοῦ αὐτοῦ πρὸς ἁπανταχοῦ μοναχοὺς περὶ τῶν γεγενημένων παρὰ τῶν Ἀρειανῶν ἐπὶ Κωνσταντίου.
1.1.1
... αὐτοὶ δὲ ὧν ταῦτα ἐμηχανήσαντο χάριν, οὐκ εἰς μακρὰν ἐπλήρωσαν. ἅμα γὰρ ἐπεβούλευσαν καὶ εὐθὺς τοὺς περὶ Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο. καὶ τὰς μὲν τοσαύτας κατ' αὐτῶν κρίσεις παρεωράκασι, βασιλικὴν δὲ πάλιν ἐξουσίαν ὑπὲρ αὑτῶν προεφασίσαντο· γράφοντές τε οὐκ ᾐσχύνθησαν εἰπεῖν ὅτι «Ἀθανασίου παθόντος ὁ μὲν φθόνος πέπαυται, τοὺς δὲ περὶ Ἄρειον λοιπὸν δεξώμεθα», προστιθέντες πρὸς φόβον τῶν ἀκουόντων ὅτι «τοῦ 1. 2 το γὰρ βασιλεὺς προσέταξεν». εἶτα οὐκ ᾐσχύνθησαν προσθεῖναι, ὅτι καὶ ὀρθῶς φρονοῦ σιν οἱ ἄνθρωποι, μὴ φοβηθέντες τὸ γεγραμμένον· «οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ, οἱ τιθέντες τὸ σκότος φῶς». πάντα γὰρ ὑπὲρ τῆς αἱρέσεως ὑπομένειν εἰσὶν ἕτοιμοι. ἆρ' οὖν οὐχὶ καὶ ἐκ τούτου πᾶσιν ἄντικρυς δείκνυται, ὡς οὐκ ἐκκλησιαστικῇ κρίσει, ἀλλ' ἐκ βασιλέως ἀπειλῆς διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν καὶ τότε πεπόνθαμεν καὶ νῦν διωκόμεθα; καὶ γὰρ καὶ ἑτέροις οὕτως ἐπεβούλευσαν ἐπισκόποις πλασάμενοι καὶ κατ' ἐκείνων πάλιν προφάσεις, ὧν οἱ μὲν ἐν τοῖς ἐξορισμοῖς ἐκοιμήθησαν ἔχοντες τὸ καύχημα τῆς εἰς Χριστὸν ὁμολογίας, οἱ δὲ ἔτι καὶ νῦν ὑπερόριοι τυγχάνουσιν, ἀνδριζόμενοι μᾶλλον κατὰ τῆς αἱρέσεως ἐκείνων καὶ λέγοντες· «οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ».